Kitap 5
3
ἀνακαλεσάμενος δὲ τοὺς τῆς Ῥουβηλίδος φυλῆς ἄρχοντας καὶ τοὺς τῆς Γάδιδος καὶ Μανασσήτιδος προεστῶτας, ἐξ ἡμισείας γὰρ καὶ τῇδε τῇ φυλῇ τὴν Ἀμορίαν κατοικεῖν ἐπετέτραπτο τῆς Χαναναίων γῆς ἕβδομον οὖσαν μέρος, ὑπεμίμνησκεν ἃ ὑπέσχοντο Μωυσεῖ,
4
καὶ παρεκάλει χαριζομένους τῇ τε ἐκείνου προνοίᾳ μηδʼ ὅτε ἀπέθνησκε περὶ αὐτοὺς καμούσῃ τῷ τε κοινῇ συμφέροντι παρέχειν αὑτοὺς εἰς τὰ παραγγελλόμενα προθύμους. τῶν δʼ ἑπομένων ὁπλίταις πεντακισμυρίοις ἀπὸ τῆς Ἀβέλης ἐπὶ τὸν Ἰόρδανον ἐξῄει σταδίους ἑξήκοντα.
5
Καὶ στρατοπεδεύσαντος εὐθὺς οἱ κατάσκοποι παρῆσαν μηδὲν ἀγνοήσαντες τῶν παρὰ τοῖς Χαναναίοις· ἐλθόντες γὰρ τὸ πρῶτον ἅπασαν ἐπʼ ἀδείας αὐτῶν τὴν πόλιν κατενόησαν, τῶν τε τειχῶν ὅσα καρτερὰ καὶ ὅσα μὴ τοῦτον ἔχει τὸν τρόπον αὐτοῖς ἀσφαλῶς καὶ τῶν πυλίδων αἳ πρὸς εἴσοδον τῷ στρατοπέδῳ διʼ ἀσθένειαν συνέφερον.
6
ἠμέλουν δὲ θεωμένων οἱ ἐντυγχάνοντες κατὰ ἱστορίαν ξένοις προσήκουσαν ἀκριβῶς ἕκαστα πολυπραγμονεῖν τῶν ἐν τῇ πόλει νομίζοντες, ἀλλʼ οὐχὶ διανοίᾳ πολεμίων.
7
ὡς δὲ γενομένης ὀψίας ὑποχωροῦσιν εἴς τι καταγώγιον τοῦ τείχους πλησίον, εἰς ὃ καὶ προήχθησαν δειπνοποιησάμενοι καὶ περὶ ἀπαλλαγῆς αὐτοῖς τὸ λοιπὸν ἡ φροντὶς ἦν,
8
μηνύονται τῷ βασιλεῖ περὶ δεῖπνον ὄντι κατασκεψόμενοί τινες τὴν πόλιν ἀπὸ τοῦ τῶν Ἑβραίων στρατοπέδου παρεῖναι καὶ ὄντες ἐν τῷ τῆς Ῥαάβης καταγωγίῳ μετὰ πολλῆς τῆς τοῦ λανθάνειν προνοίας ὑπάρχειν. ὁ δʼ εὐθὺς πέμψας πρὸς αὐτοὺς ἐκέλευσεν ἀγαγεῖν συλλαβόντας, ἵνα βασανίσας μάθῃ, τί καὶ βουλόμενοι παρεῖεν.
9
ὡς δʼ ἔγνω τὴν ἔφοδον αὐτῶν ἡ Ῥαάβη, λίνου γὰρ ἀγκαλίδας ἐπὶ τοῦ τείχους ἔψυχε, τοὺς μὲν κατασκόπους εἰς ταύτας ἀποκρύπτει, τοῖς δὲ πεμφθεῖσιν ὑπὸ τοῦ βασιλέως ἔλεγεν, ὡς ξένοι τινὲς εἶεν ἀγνῶτες ὀλίγῳ πρότερον ἢ δῦναι τὸν ἥλιον παρʼ αὐτῇ δειπνήσαντες ἀπαλλαγεῖεν, οὓς εἰ φοβεροὶ τῇ πόλει δοκοῦσιν, ἢ κίνδυνον τῷ βασιλεῖ φέροντες ἧκον, ἀπόνως εἶναι λαβεῖν διωχθέντας.