Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 5

167 οἱ δὲ πρέσβεις ὡς οὐκ ἐκείνοις τῆς συμφορᾶς μόνοις γεγενημένης ἀλλὰ καὶ αὐτοῖς τῶν συγγενῶν ἀπολωλότων ὀδυρόμενοι πρᾴως ἔπειθον φέρειν καὶ συνελθεῖν εἰς ταὐτὸ καὶ μὴ παντελῆ τῆς Βενιαμίτιδος φυλῆς ὄλεθρον τό γε ἐπʼ αὐτοῖς καταψηφίσασθαι. συγχωροῦμεν δὲ ὑμῖν, ἔλεγον, τὴν ἁπάσης τῆς φυλῆς γῆν καὶ λείαν ὅσην ἂν ἄγειν δυνηθῆτε .
168 οἱ δὲ τῶν καθʼ ἑαυτοὺς θεοῦ ψήφῳ γεγονότων καὶ κατʼ ἀδικίαν τὴν αὐτῶν γνωσιμαχήσαντες κατῄεσαν εἰς τὴν πάτριον φυλὴν πειθόμενοι τοῖς προκαλουμένοις. οἱ δʼ Ἰσραηλῖται γυναῖκας αὐτοῖς τὰς τετρακοσίας ἔδοσαν παρθένους τὰς Ἰαβίτιδας, περὶ δὲ τῶν διακοσίων ἐσκόπουν, ὅπως κἀκεῖνοι γυναικῶν εὐπορήσαντες παιδοποιῶνται.
169 γεγενημένων δὲ αὐτοῖς ὅρκων ὥστε μηδενὶ Βενιαμίτῃ συνοικίσαι θυγατέρα πρὸ τοῦ πολέμου, οἱ μὲν ὀλιγωρεῖν συνεβούλευον τῶν ὀμωμοσμένων ὡς ὑπʼ ὀργῆς ὀμόσαντες οὐ γνώμῃ καὶ κρίσει, τῷ δὲ θεῷ μηδὲν ἐναντίον ποιήσειν εἰ φυλὴν ὅλην κινδυνεύουσαν ἀπολέσθαι σῶσαι δυνηθεῖεν, τάς τε ἐπιορκίας οὐχ ὅταν ὑπὸ ἀνάγκης γένωνται χαλεπὰς εἶναι καὶ ἐπισφαλεῖς, ἀλλʼ ὅταν ἐν κακουργίᾳ τολμηθῶσι.
170 τῆς δὲ γερουσίας πρὸς τὸ τῆς ἐπιορκίας ὄνομα σχετλιασάσης ἔφη τις τούτοις τε γυναικῶν εὐπορίαν ἔχειν εἰπεῖν καὶ τήρησιν τῶν ὅρκων. ἐρομένων δὲ τὴν ἐπίνοιαν, ἡμῖν, εἶπεν, τρὶς τοῦ ἔτους εἰς Σιλὼ συνιοῦσιν ἕπονται κατὰ πανήγυριν αἱ γυναῖκες καὶ αἱ θυγατέρες.
171 τούτων κατὰ ἁρπαγὴν ἐφείσθω γαμεῖν Βενιαμίτας ἃς ἂν δυνηθεῖεν ἡμῶν οὔτε προτρεπομένων οὔτε κωλυόντων. πρὸς δὲ τοὺς πατέρας αὐτῶν δυσχεραίνοντας καὶ τιμωρίαν λαμβάνειν ἀξιοῦντας φήσομεν αὐτοὺς αἰτίους φυλακῆς ἀμελήσαντας τῶν θυγατέρων, ὅτι δὲ δεῖ τῆς ὀργῆς ἐπὶ Βενιαμίτας ὑφεῖναι χρησαμένους αὐτῇ καὶ θᾶττον ἀμέτρως .
172 καὶ οἱ μὲν τούτοις πεισθέντες ψηφίζονται τὸν διὰ τῆς ἁρπαγῆς γάμον τοῖς Βενιαμίταις. ἐνστάσης δὲ τῆς ἑορτῆς οἱ μὲν διακόσιοι κατὰ δύο καὶ τρεῖς πρὸ τῆς πόλεως ἐνήδρευον παρεσομένας τὰς παρθένους ἔν τε ἀμπελῶσι καὶ χωρίοις ἐν οἷς λήσειν ἔμελλον,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi