Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 5

202 Μεταπεμψαμένη δʼ ἡ Δαβώρα τὸν Βάρακον ἐπιλέξαντα τῶν νέων μυρίους ἐκέλευε χωρεῖν ἐπὶ τοὺς πολεμίους· ἀποχρῆναι γὰρ τοσούτους τοῦ θεοῦ προειρηκότος καὶ νίκην ἀποσημήναντος.
203 Βαράκου δὲ φαμένου οὐ στρατηγήσειν μὴ κἀκείνης αὐτῷ συστρατηγούσης ἀγανακτήσασα, σὺ μέν, εἶπε, γυναικὶ παραχωρεῖς ἀξίωμα ὃ σοὶ δέδωκεν ὁ θεός, ἐγὼ δὲ οὐ παραιτοῦμαι . καὶ συναριθμήσαντες μυρίους ἐστρατοπεδεύσαντο πρὸς Ἰταβυρίῳ ὄρει.
204 ἀπήντα δʼ αὐτοῖς ὁ Σισάρης τοῦ βασιλέως κελεύσαντος καὶ στρατοπεδεύονται τῶν πολεμίων οὐκ ἄπωθεν. τοὺς δʼ Ἰσραηλίτας καὶ τὸν Βάρακον καταπλαγέντας τὸ πλῆθος τῶν πολεμίων καὶ ἀναχωρεῖν διεγνωκότας ἡ Δεβώρα κατεῖχε τὴν συμβολὴν ποιεῖσθαι κατʼ ἐκείνην κελεύουσα τὴν ἡμέραν· νικήσειν γὰρ αὐτοὺς καὶ συλλήψεσθαι τὸν θεόν.
205 Συνῄεσαν οὖν καὶ προσμιγέντων ὄμβρος ἐπιγίνεται μέγας καὶ ὕδωρ πολὺ καὶ χάλαζα, τόν τε ὑετὸν κατὰ πρόσωπον ἤλαυνε τῶν Χαναναίων ἄνεμος ταῖς ὄψεσιν αὐτῶν ἐπισκοτῶν, ὡς τὰς τοξείας ἀχρήστους αὐτοῖς εἶναι καὶ τὰς σφενδόνας· οἵ τε ὁπλῖται διὰ τὸ κρύος χρῆσθαι τοῖς ξίφεσιν οὐκ εἶχον.
206 τοὺς δʼ Ἰσραηλίτας ἧττόν τε ἔβλαπτε κατόπιν γινόμενος ὁ χειμὼν καὶ πρὸς τὴν ἔννοιαν τῆς βοηθείας τοῦ θεοῦ θάρσος ἐλάμβανον, ὥστε εἰς μέσους ὠσάμενοι τοὺς πολεμίους πολλοὺς αὐτῶν ἀπέκτειναν. καὶ οἱ μὲν ὑπὸ τῶν Ἰσραηλιτῶν, οἱ δʼ ὑπὸ τῆς οἰκείας ἵππου ταραχθέντες ἔπεσον, ὡς ὑπὸ τῶν ἁρμάτων πολλοὺς αὐτῶν ἀποθανεῖν.
207 Σισάρης δὲ καταπηδήσας τοῦ ἅρματος ὡς εἶδε τὴν τροπὴν γινομένην, φυγὼν ἀφικνεῖται παρά τινα τῶν Κενελίδων γυναῖκα Ἰάλην ὄνομα, ἣ κρύψαι τε ἀξιώσαντα δέχεται καὶ ποτὸν αἰτήσαντι δίδωσι γάλα διεφθορὸς ἤδη.
208 ὁ δὲ πιὼν τοῦ μέτρου δαψιλέστερον εἰς ὕπνον τρέπεται. ἡ δὲ Ἰάλη κοιμωμένου σιδήρεον ἧλον ἐλάσασα σφύρῃ κατὰ τοῦ στόματος καὶ τοῦ χελυνίου διέπειρε τὸ ἔδαφος καὶ τοῖς περὶ τὸν Βάρακον μικρὸν ὕστερον ἐλθοῦσιν ἐπεδείκνυε τῇ γῇ προσηλωμένον.
209 καὶ οὕτως μὲν ἡ νίκη αὕτη περιέστη κατὰ τὰ ὑπὸ Δαβώρας εἰρημένα εἰς γυναῖκα. Βάρακος δὲ στρατεύσας ἐπʼ Ἄσωρον Ἰοαβινόν τε ὑπαντιάσαντα κτείνει καὶ τοῦ στρατηγοῦ πεσόντος καθελὼν εἰς ἔδαφος τὴν πόλιν στρατηγεῖ τῶν Ἰσραηλιτῶν ἐπʼ ἔτη τεσσαράκοντα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi