Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 5

243 Ζάβουλος δέ τις τῶν Σικιμιτῶν ἄρχων ξένος ὢν Ἀβιμελέχου ὅσα παροξύνειεν Γυάλης τὸν δῆμον πέμπων ἀγγέλους ἐμήνυεν αὐτῷ καὶ παρῄνει λοχᾶν πρὸ τῆς πόλεως· πείσειν γὰρ Γυάλην ἐξελθεῖν ἐπʼ αὐτόν, καὶ τὸ λοιπὸν ἐπʼ ἐκείνῳ τυγχάνειν ὥστε ἀμύνασθαι· γενομένου γὰρ τούτου διαλλαγὰς αὐτῷ μνηστεύσεσθαι πρὸς τὸν δῆμον.
244 ὅ τε οὖν Ἀβιμέλεχος ἐκάθισεν ἐνεδρεύων καὶ ὁ Γυάλης ἀφυλακτοτέρως διέτριβεν ἐπὶ τοῦ προαστείου καὶ Ζάβουλος σὺν αὐτῷ. ἰδὼν δὲ ὁπλίτας ἐπιφερομένους Γυάλης πρὸς Ζάβουλον ἔλεγεν ἄνδρας αὐτοῖς ἐπιέναι καθωπλισμένους.
245 τοῦ δὲ σκιὰς εἶναι φαμένου τῶν πετρῶν, πλησίον ἤδη γινομένων τὸ ἀκριβὲς κατανοῶν οὐ σκιὰς ἔλεγε ταῦτʼ εἶναι, λόχον δʼ ἀνδρῶν. καὶ Ζάβουλος, οὐ σὺ μέντοι, φησίν, Ἀβιμελέχῳ κακίαν ἐπεκάλεις; τί οὖν οὐκ ἐπιδεικνύεις τὸ τῆς ἀρετῆς μέγεθος εἰς μάχην αὐτῷ συμβαλών ;
246 Γυάλης δὲ θορυβούμενος συνάπτει τοῖς Ἀβιμελέχου καὶ πίπτουσι μέν τινες τῶν σὺν αὐτῷ, φεύγει δʼ αὐτὸς εἰς τὴν πόλιν τοὺς ἄλλους ἀγόμενος. καὶ Ζάβουλος πολιτεύεται Γυάλην ἐκβληθῆναι τῆς πόλεως κατηγορήσας, ὡς μαλακῶς πρὸς τοὺς Ἀβιμελέχου στρατιώτας ἀγωνίσαιτο.
247 Ἀβιμέλεχος δὲ πυθόμενος ἐξελευσομένους αὖθις κατὰ τρύγητον τοὺς Σικιμίους ἐνέδραις προλοχίζεται τὰ περὶ τὴν πόλιν, καὶ προελθόντων ἡ μὲν τρίτη μοῖρα τῆς στρατιᾶς καταλαμβάνει τὰς πύλας ἀφαιρησομένη τὴν εἴσοδον τοὺς πολίτας, οἱ δʼ ἄλλοι σκιδναμένους μεταθέουσι, πανταχοῦ τε φόνος ἦν.
248 καὶ κατασκάψας εἰς ἔδαφος τὴν πόλιν, οὐ γὰρ ἀντέσχε πρὸς τὴν πολιορκίαν, ἅλας κατὰ τῶν ἐρειπίων σπείρας προῆγε. καὶ Σικιμῖται πάντες οὕτως ἀπώλοντο· ὅσοι δὲ κατὰ τὴν χώραν σκεδασθέντες διέφυγον τὸν κίνδυνον, οὗτοι πέτραν ὀχυρὰν εὑρόντες ἐπʼ αὐτῆς ἱδρύονται τειχίσαι τε ταύτην παρεσκευάζοντο.
249 ἔφθη τε τὴν διάνοιαν αὐτῶν Ἀβιμέλεχος μαθὼν ἐλθεῖν ἐπʼ αὐτοὺς μετὰ τῆς δυνάμεως καὶ φακέλλους ὕλης ξηρᾶς περιβαλὼν τῷ χωρίῳ διʼ αὐτοῦ φέρων ταῦτα ποιεῖν τὴν στρατιὰν παρεκελεύσατο. καὶ ταχέως περιληφθείσης ἐν κύκλῳ τῆς πέτρας τοῖς ξύλοις πῦρ ἐμβάλλουσιν ὅσα τε μᾶλλον ἐξάπτειν φύσιν ἔχει καὶ μεγίστην αἴρουσι φλόγα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi