Kitap 5
257
Ἀμμανιτῶν δʼ ἐστρατευκότων ἐπὶ τὴν Γαλαδηνὴν ὑπήντων οἱ ἐπιχώριοι πρὸς τὸ ὄρος δεόμενοι τοῦ στρατηγήσοντος. ἦν δέ τις Ἰαφθᾶς ἀνὴρ διὰ τὴν πατρῴαν ἀρετὴν δυνατὸς καὶ διʼ οἰκείαν αὐτοῦ στρατιὰν ἣν ἔτρεφεν αὐτὸς μισθοφόρων.
258
πρὸς τοῦτον οὖν πέμψαντες ἠξίουν αὐτὸν συμμαχεῖν ἐπαγγελλόμενοι παρασχεῖν εἰς ἅπαντʼ αὐτῷ τὸν χρόνον τὴν ἰδίαν ἡγεμονίαν. ὁ δʼ οὐ προσίεται τὴν παράκλησιν αὐτῶν ἐγκαλῶν, ὅτι μὴ βοηθήσειαν αὐτῷ ὑπὸ τῶν ἀδελφῶν ἀδικουμένῳ περιφανῶς·
259
οὐ γὰρ ὄντα ὁμομήτριον αὐτοῖς ἀλλὰ ξένον περὶ τὴν μητέρα διʼ ἐρωτικὴν ἐπιθυμίαν ἐπαχθεῖσαν αὐτοῖς ὑπὸ τοῦ πατρὸς ἐξέβαλον καταφρονήσαντες τῆς αὐτοῦ ἀσθενείας.
260
καὶ ὁ μὲν διέτριβεν ἐν τῇ Γαλαδίτιδι καλουμένῃ χώρᾳ πάντας τοὺς ὁποθενοῦν παραγινομένους πρὸς αὐτὸν ἐπὶ μισθῷ δεχόμενος. ἐκλιπαρησάντων δʼ αὐτῶν καὶ ὀμοσάντων εἰς ἀεὶ παρέξειν αὐτῷ τὴν ἡγεμονίαν ἐστράτευε.
261
Καὶ ποιησάμενος ὀξεῖαν τὴν τῶν πραγμάτων ἐπιμέλειαν ἐν πόλει Μασφαθῇ καθίσας τὸν στρατὸν πρεσβείαν πέμπει παρὰ τὸν Ἀμμανίτην αἰτιώμενος τῆς ἁλώσεως. ὁ δὲ ἀντιπέμψας ᾐτιᾶτο τῶν Ἰσραηλιτῶν τὴν ἔξοδον τὴν ἀπʼ Αἰγύπτου καὶ τῆς Ἀμορραίας αὐτοὺς ἠξίου παραχωρεῖν ὡς πατρῴας οὔσης ἀρχῆθεν.
262
ἀποκρινάμενος δὲ ὁ Ἰαφθᾶς, ὡς οὔτε τῆς Ἀμορραίας τοῖς προγόνοις αὐτῶν εὐλόγως ἐγκαλοῦσι χάριν τε μᾶλλον τῆς Ἀμμανίτιδος αὐτοῖς ἔχειν ὀφείλουσι παρεθείσης, δυνατὸν γὰρ Μωυσεῖ καὶ ταύτην λαβεῖν παραχωρεῖν τε ἰδίας εἰπὼν γῆς, ἣν θεοῦ κατακτησαμένου μετὰ τριακόσια ἔτη νέμονται, μάχεσθαι πρὸς αὐτοὺς ἔφησεν.
263
Καὶ τοὺς μὲν πρέσβεις ταῦτʼ εἰπὼν ἀπέλυσεν· αὐτὸς δʼ εὐξάμενος νίκην καὶ θυσιάσειν ὑποσχόμενος, ἂν σῶος εἰς τὰ οἰκεῖα ὑποστρέψῃ, καὶ πᾶν ὅ τι καὶ πρῶτον αὐτῷ συντύχοι ἱερουργήσειν, συμβαλών τε νικᾷ παρὰ πολὺ καὶ φονεύων ἐδίωκε μέχρι πόλεως Μανιάθης, καὶ διαβὰς εἰς τὴν Ἀμμανῖτιν πόλεις τε ἠφάνισε πολλὰς καὶ λείαν ἤλασε καὶ τοὺς οἰκείους δουλείας ἀπήλλαξεν ἐν ἔτεσιν ὀκτωκαίδεκα ταύτην ὑπομείναντας.