Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 5

264 ἀναστρέφων δὲ συμφορᾷ περιπίπτει κατʼ οὐδὲν ὁμοίᾳ τοῖς κατωρθωμένοις αὐτῷ· ὑπήντησε γὰρ ἡ θυγάτηρ αὐτῷ, μονογενὴς δʼ ἦν, ἔτι παρθένος. ὁ δὲ ἀνοιμώξας ἐπὶ τῷ μεγέθει τοῦ πάθους κατεμέμφετο τῆς περὶ τὴν ὑπάντησιν σπουδῆς τὴν θυγατέρα· καθιερῶσαι γὰρ αὐτὴν τῷ θεῷ.
265 τῇ δὲ τὸ συμβησόμενον οὐκ ἀηδῶς προσέπεσεν ἐπὶ νίκῃ τοῦ πατρὸς καὶ ἐλευθερίᾳ τῶν πολιτῶν τεθνηξομένῃ, παρεκάλεσε δὲ δύο μῆνας αὐτῇ παρασχόντα πρὸς τὸ μετὰ τῶν πολιτῶν ἀποθρηνῆσαι τὴν νεότητα τότε ποιεῖν τὰ κατὰ τὴν εὐχήν.
266 συγχωρήσας δὲ τὰ κατὰ τὸν προειρημένον χρόνον μετὰ τοῦτον διελθόντα θύσας τὴν παῖδα ὡλοκαύτωσεν οὔτε νόμιμον οὔτε θεῷ κεχαρισμένην θυσίαν ἐπιτελῶν, μὴ διαβασανίσας τῷ λογισμῷ τὸ γενησόμενον οἷόν τε πραχθὲν δόξει τοῖς ἀκούσασι.
267 Τῆς δʼ Ἐφράνου φυλῆς ἐπʼ αὐτὸν στρατευσάσης, ὅτι μὴ κοινώσαιτο τὴν ἐπʼ Ἀμμανίτας ἔλασιν αὐτοῖς, ἀλλὰ μόνος καὶ τὴν λείαν ἔχοι καὶ τὴν ἐπὶ τοῖς πεπραγμένοις δόξαν, πρῶτον μὲν ἔλεγεν, ὡς οὔτε λάθοιεν αὐτοὺς οἱ συγγενεῖς πολεμούμενοι καλούμενοί τε πρὸς συμμαχίαν οὐ παρεγένοντο δέον καὶ πρὸ δεήσεως ἐγνωκότας ἐπειχθῆναι,
268 ἔπειθʼ ὡς ἄδικα πράττειν ἐπιχειροῦσι τοῖς πολεμίοις οὐ τολμήσαντες εἰς χεῖρας ἐλθεῖν, ἐπὶ δὲ τοὺς συγγενεῖς ὡρμηκότες· ἠπείλει τε σὺν τῷ θεῷ λήψεσθαι δίκην παρʼ αὐτῶν, ἂν μὴ σωφρονῶσιν.
269 ὡς δʼ οὐκ ἔπειθεν, ἀλλὰ συνέβαλεν αὐτοῖς ἐλθοῦσι μετὰ στρατιᾶς, ἣ μετάπεμπτος ἐκ τῆς Γαλαδηνῆς ἐληλύθει, φόνον τε πολὺν αὐτῶν εἰργάσατο καὶ διώκων τραπέντας προλαβὼν μέρει τινὶ προαπεσταλμένῳ τοῦ Ἰορδάνου τὰς διαβάσεις κτείνει περὶ δισχιλίους καὶ τετρακισμυρίους γεγονότας.
270 Αὐτὸς δὲ ἄρξας ἓξ ἔτη τελευτᾷ καὶ θάπτεται ἐν τῇ αὐτοῦ πατρίδι Σεβέῃ· τῆς Γαλαδηνῆς δʼ ἐστὶν αὕτη.
271 Τελευτήσαντος δὲ Ἰαφθᾶ τὴν ἀρχὴν Ἀψάνης παραλαμβάνει φυλῆς ὢν Ἰουδαϊκῆς Βηθλέμων δὲ πόλεως. τούτῳ δὲ παῖδες ἦσαν ἑξήκοντα, τριάκοντα μὲν ἄρρενες αἱ λοιπαὶ δὲ θυγατέρες, οὓς καὶ πάντας ζῶντας κατέλιπε τὰς μὲν ἀνδράσιν ἐκδοὺς τοῖς δὲ γυναῖκας ἠγμένος. πράξας δʼ οὐδὲν ἐν τῷ ἑπταετεῖ γενομένῳ χρόνῳ λόγου καὶ μνήμης ἄξιον γηραιὸς ὢν ἀπέθανε καὶ ταφῆς ἐν τῇ πατρίδι τυγχάνει.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi