Kitap 5
315
ὁ δὲ δεινότερον τῶν κακῶν ὑπολαμβάνων τὸ μὴ δύνασθαι ὑβριζόμενος ἀμύνασθαι, τὸν χειραγωγοῦντα παῖδα πείθει, προσαναπαύσασθαι χρῄζειν εἰπὼν ὑπὸ κόπου, τοῖς κίοσιν αὐτὸν ἐγγὺς ἀγαγεῖν.
316
ὡς δὲ ἧκεν, ἐνσεισθεὶς αὐτοῖς ἐπικαταβάλλει τὸν οἶκον ἀνατραπέντων τῶν κιόνων τρισχιλίοις ἀνδράσιν, οἳ πάντες ἀπέθανον, ἐν αὐτοῖς δὲ καὶ Σαμψών. καὶ τὸν μὲν τοιοῦτον κατέσχε τέλος ἄρξαντα τῶν Ἰσραηλιτῶν εἴκοσιν ἔτη.
317
θαυμάζειν δὲ ἄξιον τῆς ἀρετῆς καὶ τῆς ἰσχύος καὶ τοῦ περὶ τὴν τελευτὴν μεγαλόφρονος τὸν ἄνδρα καὶ τῆς ὀργῆς τῆς μέχρι τοῦ τελευτᾶν πρὸς τοὺς πολεμίους. καὶ τὸ μὲν ὑπὸ γυναικὸς ἁλῶναι δεῖ τῇ φύσει τῶν ἀνθρώπων προσάπτειν ἥττονι ἁμαρτημάτων οὔσῃ, μαρτυρεῖν δὲ ἐκείνῳ τὴν εἰς τὰ ἄλλα πάντα τῆς ἀρετῆς περιουσίαν. οἱ δὲ συγγενεῖς ἀράμενοι τὸ σῶμα αὐτοῦ θάπτουσιν ἐν Σαρασᾶ τῇ πατρίδι μετὰ τῶν συγγενῶν.
318
Μετὰ δὲ τὴν Σαμψῶνος τελευτὴν προέστη τῶν Ἰσραηλιτῶν Ἠλὶς ὁ ἀρχιερεύς. ἐπὶ τούτου λιμῷ τῆς χώρας κακοπαθούσης αὐτῶν Ἀβιμέλεχος ἐκ Βηθλέμων, ἔστι δὲ ἡ πόλις αὕτη τῆς Ἰούδα φυλῆς, ἀντέχειν τῷ δεινῷ μὴ δυνάμενος τήν τε γυναῖκα Νααμεὶν καὶ τοὺς παῖδας τοὺς ἐξ αὐτῆς αὐτῷ γεγενημένους Χελλιῶνα καὶ Μαλαῶνα ἐπαγόμενος εἰς τὴν Μωαβῖτιν μετοικίζεται.
319
καὶ προχωρούντων αὐτῷ κατὰ νοῦν τῶν πραγμάτων ἄγεται τοῖς υἱοῖς γυναῖκας Μωαβίτιδας Χελλιῶνι μὲν Ὀρφᾶν Ῥούθην δὲ Μαλαῶνι. διελθόντων δὲ δέκα ἐτῶν ὅ τε Ἀβιμέλεχος καὶ μετʼ αὐτὸν οἱ παῖδες διʼ ὀλίγου τελευτῶσι,
320
καὶ ἡ Ναάμις πικρῶς ἐπὶ τοῖς συμβεβηκόσι φέρουσα καὶ τὴν ὑπʼ ὄψιν τῶν φιλτάτων ἐρημίαν οὐχ ὑπομένουσα, διʼ ἣν καὶ τῆς πατρίδος ἐξεληλύθει, πάλιν εἰς αὐτὴν ἀπηλλάττετο·
321
καὶ γὰρ ἤδη καλῶς τὰ κατʼ αὐτὴν ἐπυνθάνετο χωρεῖν. οὐκ ἐκαρτέρουν δὲ διαζευγνύμεναι αὐτῆς αἱ νύμφαι, οὐδὲ παραιτουμένη βουλομένας συνεξορμᾶν πείθειν ἐδύνατο, ἀλλʼ ἐγκειμένων εὐξαμένη γάμον εὐτυχέστερον αὐταῖς οὗ διημαρτήκεσαν παισὶ τοῖς αὐτῆς γαμηθεῖσαι καὶ τῶν ἄλλων ἀγαθῶν κτῆσιν, ὅτε τὰ πρὸς αὐτὴν οὕτως ἐστί,