Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 5

22 Ὡς δὲ ταῦτα ποιούντων τῶν Ἰσραηλιτῶν οὐκ ἐπεξῄεσαν οἱ Χαναναῖοι τειχήρεις δʼ ἡσύχαζον, πολιορκεῖν αὐτοὺς Ἰησοῦς ἔγνω. καὶ τῇ πρώτῃ τῆς ἑορτῆς ἡμέρᾳ τὴν κιβωτὸν οἱ ἱερεῖς φέροντες, περὶ δʼ αὐτὴν ἐν κύκλῳ μέρος τι τῶν ὁπλιτῶν φυλάττον ἦν,
23 οἳ καὶ προῄεσαν ἑπτὰ κέρασιν αὐτῶν σαλπίζοντες παρεκάλουν τὸν στρατὸν εἰς ἀλκὴν, περιώδευόν τε τὸ τεῖχος ἑπομένης τῆς γερουσίας, καὶ σαλπισάντων μόνον τῶν ἱερέων, τούτου γὰρ οὐδὲν ἐποίησαν περισσότερον, ἀνέζευξαν εἰς τὸ στρατόπεδον.
24 καὶ τοῦτο ἐπὶ ἡμέρας ἓξ ποιησάντων τῇ ἑβδόμῃ τὸ ὁπλιτικὸν Ἰησοῦς συναγαγὼν καὶ τὸν λαὸν ἅπαντα τὴν ἅλωσιν αὐτοῖς τῆς πόλεως εὐηγγελίζετο, ὡς κατʼ ἐκείνην τὴν ἡμέραν αὐτοῖς τοῦ θεοῦ ταύτην παρέξοντος αὐτομάτως καὶ δίχα τοῦ πόνου τοῦ σφετέρου τῶν τειχῶν κατενεχθησομένων.
25 κτείνειν μέντοι πάνθʼ ὁντινοῦν εἰ λάβοιεν παρεκελεύετο καὶ μήτε κάμνοντας ἀποστῆναι τοῦ φόνου τῶν πολεμίων, μήτʼ ἐλέῳ παραχωρήσαντας μήτε περὶ ἁρπαγὴν γινομένους περιορᾶν φεύγοντας τοὺς ἐχθρούς·
26 ἀλλὰ τὰ μὲν ζῷα πάντα διαφθείρειν μηδὲν αὐτοὺς εἰς ἰδίαν ὠφέλειαν λαμβάνοντας, ὅσος δʼ ἂν ἄργυρος ᾖ καὶ χρυσός, ταῦτα ἐκέλευσε συγκομίζοντας ἀπαρχὴν ἐξαίρετον τῶν κατωρθωμένων τῷ θεῷ τηρεῖν ἐκ τῆς πρῶτον ἁλισκομένης πόλεως εἰληφότας· σώζειν δὲ μόνην Ῥαάβην καὶ τὴν γενεὰν αὐτῆς διὰ τοὺς γενομένους πρὸς αὐτὴν τοῖς κατασκόποις ὅρκους.
27 Ταῦτʼ εἰπὼν καὶ διατάξας τὸν στρατὸν προσήγαγεν ἐπὶ τὴν πόλιν· περιῄεσαν δὲ πάλιν τὴν πόλιν ἡγουμένης τῆς κιβωτοῦ καὶ τῶν ἱερέων τοῖς κέρασιν ἐξοτρυνόντων τὴν δύναμιν πρὸς τὸ ἔργον. καὶ περιελθόντων ἑπτάκις καὶ πρὸς ὀλίγον ἠρεμησάντων κατέπεσε τὸ τεῖχος μήτε μηχανῆς μήτε ἄλλης βίας αὐτῷ προσενεχθείσης ὑπὸ τῶν Ἑβραίων.
28 Οἱ δʼ εἰσελθόντες εἰς Ἱεριχοῦντα πάντας ἔκτεινον, τῶν ἐν αὐτῇ πρὸς τὴν παράδοξον τοῦ τείχους ἀνατροπὴν καταπεπληγότων καὶ τοῦ φρονήματος αὐτοῖς πρὸς ἄμυναν ἀχρείου γεγονότος· ἀνῃροῦντο δʼ οὖν ἐν ταῖς ὁδοῖς ἀποσφαττόμενοι καὶ ἐν ταῖς οἰκίαις ἐπικαταλαμβανόμενοι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi