Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 5

357 Ἀπαγγελθείσης δὲ τῆς ἥττης εἰς τὴν Σιλὼ καὶ τῆς αἰχμαλωσίας τῆς κιβωτοῦ, Βενιαμίτης γάρ τις αὐτοῖς ἄγγελος ἀφικνεῖται νεανίας παρατετευχὼς τῷ γεγονότι, πένθους ἀνεπλήσθη πᾶσα ἡ πόλις.
358 καὶ Ἠλὶς ὁ ἀρχιερεύς, ἐκαθέζετο γὰρ καθʼ ἑτέρας τῶν πυλῶν ἐφʼ ὑψηλοῦ θρόνου, ἀκούσας οἰμωγῆς καὶ νομίσας νεώτερόν τι πεπρᾶχθαι περὶ τοὺς οἰκείους καὶ μεταπεμψάμενος τὸν νεανίαν, ὡς ἔγνω τὰ κατὰ τὴν μάχην, ῥᾴων ἦν ἐπὶ τὸ τοῖς παισὶ τοῖς αὐτοῦ συνενηνεγμένοις περὶ τὸ στρατόπεδον ὡς ἂν προεγνωκὼς παρὰ τοῦ θεοῦ τὸ συμβησόμενον καὶ προαπηγγελκώς· συνέχει γὰρ ἀκριβῶς τὰ κατὰ προσδοκίαν συντυχόντα τῶν δεινῶν.
359 ὡς δὲ καὶ τὴν κιβωτὸν ἤκουσεν ᾐχμαλωτίσθαι πρὸς τῶν πολεμίων, ὑπὸ τοῦ παρʼ ἐλπίδας αὐτῷ τοῦτο προσπεσεῖν περιαλγήσας ἀποκυλισθεὶς ἀπὸ τοῦ θρόνου τελευτᾷ, ὀκτὼ καὶ ἐνενήκοντα βιώσας ἔτη τὰ πάντα καὶ τούτων τεσσαράκοντα κατασχὼν τὴν ἀρχήν.
360 Θνήσκει δὲ κατʼ ἐκείνην τὴν ἡμέραν καὶ ἡ Φινεέσου τοῦ παιδὸς γυνὴ μὴ καρτερήσασα ζῆν ἐπὶ τῇ τἀνδρὸς δυστυχίᾳ. κυούσῃ μὲν αὐτῇ προσηγγέλη τὸ περὶ τὸν ἄνδρα πάθος, τίκτει δʼ ἑπταμηνιαῖον παῖδα, ὃν καὶ ζήσαντα Ἰαχώβην προσηγόρευσαν, σημαίνει δὲ ἀδοξίαν τὸ ὄνομα, διὰ τὴν προσπεσοῦσαν δύσκλειαν τότε τῷ στρατῷ.
361 Ἦρξε δὲ πρῶτος Ἠλὶς Ἰθαμάρου τῆς ἑτέρου τῶν Ἀαρῶνος υἱῶν οἰκίας· ἡ γὰρ Ἐλεαζάρου οἰκία τὸ πρῶτον ἱερᾶτο παῖς παρὰ πατρὸς ἐπιδεχόμενοι τὴν τιμήν, ἐκεῖνός τε Φινεέσῃ τῷ παιδὶ αὐτοῦ παραδίδωσι,
362 μεθʼ ὃν Ἀβιεζέρης υἱὸς ὢν αὐτοῦ τὴν τιμὴν παραλαβὼν παιδὶ αὐτοῦ Βόκκι τοὔνομα αὐτὴν κατέλιπε, παρʼ οὗ διεδέξατο Ὄζις υἱὸς ὤν, μεθʼ ὃν Ἠλὶς ἔσχε τὴν ἱερωσύνην, περὶ οὗ νῦν ὁ λόγος, καὶ τὸ γένος τὸ ἀπʼ ἐκείνου μέχρι τῶν κατὰ τὴν τοῦ Σολομῶνος βασιλείαν καιρῶν. τότε δὲ οἱ Ἐλεαζάρου πάλιν αὐτὴν ἀπέλαβον.
← Önceki 53 / 53

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi