Kitap 6
71
καὶ ὁ μὲν τῶν Ἀμμανιτῶν βασιλεὺς ταῦτʼ ἐργασάμενος τοὺς πέραν τοῦ Ἰορδάνου ἐπὶ τοὺς Γαλαδηνοὺς λεγομένους ἐπεστράτευσε καὶ στρατοπεδευσάμενος πρὸς τῇ μητροπόλει τῶν πολεμίων, Ἰαβὶς δʼ ἐστὶν αὕτη, πέμπει πρὸς αὐτοὺς πρέσβεις κελεύων ἤδη παραδοῦναι σφᾶς αὐτοὺς ἐπὶ τῷ τοὺς δεξιοὺς αὐτῶν ὀφθαλμοὺς ἐξορύξαι, ἢ πολιορκήσειν ἠπείλει καὶ τὰς πόλεις αὐτῶν ἀναστήσειν· τὴν δʼ αἵρεσιν ἐπʼ αὐτοῖς εἶναι, πότερόν ποτε βραχύ τι τοῦ σώματος ἀποτεμεῖν θέλουσιν ἢ παντάπασιν ἀπολωλέναι.
72
οἱ δὲ Γαλαδηνοὶ καταπλαγέντες πρὸς οὐδέτερον μὲν ἐτόλμησαν οὐδὲν εἰπεῖν οὔτʼ εἰ παραδιδόασιν αὑτοὺς οὔτʼ εἰ πολεμοῦσιν, ἀνοχὴν δʼ ἡμερῶν ἑπτὰ λαβεῖν ἠξίωσαν, ἵνα πρεσβευσάμενοι πρὸς τοὺς ὁμοφύλους παρακαλέσωσι συμμαχεῖν αὐτοῖς καὶ εἰ μὲν ἔλθοι βοήθεια πολεμῶσιν, εἰ δʼ ἄπορα εἴη τὰ παρʼ ἐκείνων παραδώσειν αὑτοὺς ἔφασκον ἐπὶ τῷ παθεῖν ὅτι ἂν αὐτῷ δοκῇ.
73
Ὁ δὲ Ναάσης καταφρονήσας τοῦ τῶν Γαλαδηνῶν πλήθους καὶ τῆς ἀποκρίσεως αὐτῶν δίδωσί τε αὐτοῖς τὴν ἀνοχὴν καὶ πέμπειν πρὸς οὓς ἂν θέλωσι συμμάχους ἐπιτρέπει. πέμπουσιν οὖν εὐθὺς κατὰ πόλιν τοῖς Ἰσραηλίταις οἳ ἤγγελλον τὰ παρὰ τοῦ Ναάσου καὶ τὴν ἀμηχανίαν ἐν ᾗ καθειστήκεσαν.
74
οἱ δʼ εἰς δάκρυα καὶ λύπην ὑπὸ τῆς ἀκοῆς τῶν περὶ τοὺς Ἰαβισηνοὺς προήχθησαν καὶ πέρα τούτων οὐδὲν αὐτοῖς ἄλλο πράττειν συνεχώρει τὸ δέος· γενομένων δὲ τῶν ἀγγέλων καὶ ἐν τῇ Σαούλου τοῦ βασιλέως πόλει καὶ τοὺς κινδύνους ἐν οἷς εἶναι συνέβαινε τοὺς Ἰαβισηνοὺς φρασάντων, ὁ μὲν λαὸς ταὐτὰ τοῖς πρώτοις ἔπασχεν· ὠδύρετο γὰρ τὴν συμφορὰν τὴν τῶν συγγενῶν·
75
ὁ δὲ Σαοῦλος ἀπὸ τῶν περὶ τὴν γεωργίαν παραγενόμενος ἔργων εἰς τὴν πόλιν ἐπιτυγχάνει κλαίουσι τοῖς αὑτοῦ πολίταις, καὶ πυθόμενος τὴν αἰτίαν τῆς συγχύσεως καὶ κατηφείας αὐτῶν μανθάνει τὰ παρὰ τῶν ἀγγέλων.
76
καὶ ἔνθεος γενόμενος ἀποπέμπει μὲν τοὺς Ἰαβισηνοὺς ὑποσχόμενος αὐτοῖς ἥξειν βοηθὸς τῇ τρίτῃ τῶν ἡμερῶν καὶ πρὶν ἥλιον ἀνασχεῖν κρατήσειν τῶν πολεμίων, ἵνα καὶ νενικηκότας ἤδη καὶ τῶν φόβων ἀπηλλαγμένους ὁ ἥλιος ἐπιτείλας ἴδῃ· ὑπομεῖναι δʼ ἐκέλευσέ τινας αὐτῶν ἡγησομένους τῆς ὁδοῦ.