Kitap 6
77
Βουλόμενος δὲ φόβῳ ζημίας τὸν λαὸν ἐπὶ τὸν πρὸς Ἀμμανίτας ἐπιστρέψαι πόλεμον καὶ συνελθεῖν αὐτοὺς ὀξύτερον, ὑποτεμὼν τῶν αὐτοῦ βοῶν τὰ νεῦρα ταὐτὰ διαθήσειν ἠπείλησε τοὺς ἁπάντων, εἰ μὴ πρὸς τὸν Ἰόρδανον ὡπλισμένοι κατὰ τὴν ἐπιοῦσαν ἀπαντήσουσιν ἡμέραν καὶ ἀκολουθήσουσιν αὐτῷ καὶ Σαμουήλῳ τῷ προφήτῃ, ὅπου ποτʼ ἂν αὐτοὺς ἀγάγωσι.
78
τῶν δὲ διʼ εὐλάβειαν τῆς κατεπηγγελμένης ζημίας εἰς τὸν ὡρισμένον καιρὸν συνελθόντων ἐξαριθμεῖται ἐν Βαλᾶ τῇ πόλει τὸ πλῆθος· εὑρίσκει δὲ τὸν ἀριθμὸν χωρὶς τῆς Ἰούδα φυλῆς εἰς ἑβδομήκοντα μυριάδας συνειλεγμένους, τῆς δὲ φυλῆς ἐκείνης ἦσαν μυριάδες ἑπτά.
79
διαβὰς δὲ τὸν Ἰόρδανον καὶ σχοίνων δέκα διʼ ὅλης τῆς νυκτὸς ἀνύσας ὁδὸν φθάνει μὲν ἥλιον ἀνίσχοντα, τριχῇ δὲ τὸ στράτευμα διελὼν ἐπιπίπτει πανταχόθεν αἰφνιδίως οὐ προσδοκῶσι τοῖς ἐχθροῖς, καὶ συμβαλὼν εἰς μάχην ἄλλους τε πολλοὺς ἀποκτείνει τῶν Ἀμμανιτῶν καὶ Ναάσην τὸν βασιλέα.
80
τοῦτο λαμπρὸν ἐπράχθη τῷ Σαούλῳ τὸ ἔργον καὶ πρὸς πάντας αὐτὸν διήγγειλε τοὺς Ἑβραίους ἐπαινούμενον καὶ θαυμαστῆς ἀπολαύοντα δόξης ἐπʼ ἀνδρείᾳ· καὶ γὰρ εἴ τινες ἦσαν οἳ πρότερον αὐτοῦ κατεφρόνουν, τότε μετέστησαν ἐπὶ τὸ τιμᾶν καὶ πάντων ἄριστον νομίζειν· οὐ γὰρ ἤρκεσεν αὐτῷ τοὺς Ἰαβισηνοὺς σεσωκέναι μόνον, ἀλλὰ καὶ τῇ τῶν Ἀμμανιτῶν ἐπιστρατεύσας χώρᾳ πᾶσαν αὐτὴν καταστρέφεται καὶ πολλὴν λαβὼν λείαν λαμπρὸς εἰς τὴν οἰκείαν ὑπέστρεψεν.
81
ὁ δὲ λαὸς ὑφʼ ἡδονῆς τῶν Σαούλῳ κατωρθωμένων ἔχαιρε μὲν ὅτι τοιοῦτον ἐχειροτόνησε βασιλέα, πρὸς δὲ τοὺς οὐδὲν ὄφελος αὐτὸν ἔσεσθαι τοῖς πράγμασι λέγοντας ἐβόων· ποῦ νῦν εἰσὶν οὗτοι καὶ δότωσαν δίκην καὶ πάνθʼ ὅσα φιλεῖ λέγειν ὄχλος ἐπʼ εὐπραγίαις ἠρμένος πρὸς τοὺς ἐξευτελίζοντας ἔναγχος τοὺς τούτων αἰτίους.
82
Σαοῦλος δὲ τούτων μὲν ἠσπάζετο τὴν εὔνοιαν καὶ τὴν περὶ αὐτὸν προθυμίαν, ὤμοσε δὲ μήτινα περιόψεσθαι τῶν ὁμοφύλων ἀναιρούμενον ἐπʼ ἐκείνης τῆς ἡμέρας· ἄτοπον γὰρ εἶναι τὴν ὑπὸ τοῦ θεοῦ δεδομένην νίκην αἵματι φῦραι καὶ φόνῳ τῶν πρὸς ἀλλήλους συγγενῶν ἑορτάζειν.