Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 6

89 διαμνημονεύειν δὲ ὑμᾶς προσῆκεν, ὅτι σὺν ἑβδομήκοντα μόνοις ἐκ τοῦ γένους ἡμῶν ὁ πάππος Ἰάκωβος διὰ λιμὸν εἰς Αἴγυπτον ἦλθε, κἀκεῖ πολλῶν μυριάδων ἐπιτεκνωθεισῶν, ἃς εἰς δουλείας καὶ χαλεπὰς ὕβρεις ἤγαγον οἱ Αἰγύπτιοι, ὁ θεὸς εὐξαμένων τῶν πατέρων χωρὶς βασιλέως παρέσχεν αὐτοῖς ῥύσασθαι τῆς ἀνάγκης τὸ πλῆθος Μωυσῆν αὐτοῖς καὶ Ἀαρῶνα πέμψας ἀδελφοὺς, οἳ ἤγαγον ὑμᾶς εἰς τήνδε τὴν γῆν, ἣν νῦν ἔχετε.
90 καὶ τούτων ἀπολαύσαντες ἐκ τοῦ θεοῦ προδεδώκατε τὴν θρησκείαν καὶ τὴν εὐσέβειαν. οὐ μὴν ἀλλὰ καὶ τοῖς πολεμίοις ὑποχειρίους γενομένους ἠλευθέρωσε πρῶτον μὲν Ἀσσυρίων καὶ τῆς ἐκείνων ἰσχύος ὑπερτέρους ἀπεργασάμενος, ἔπειτα Ἀμμανιτῶν κρατῆσαι παρασχὼν καὶ Μωαβιτῶν καὶ τελευταίων Παλαιστίνων. καὶ ταῦτʼ οὐ βασιλέως ἡγουμένου διεπράξασθε, ἀλλʼ Ἰφθάε καὶ Γεδεῶνος στρατηγούντων.
91 τίς οὖν ἔσχεν ὑμᾶς ἄνοια φυγεῖν μὲν τὸν θεὸν, ὑπὸ βασιλέα δὲ εἶναι θέλειν; ἀλλʼ ἐγὼ μὲν ἀπέδειξα τοῦτον ὃν αὐτὸς ἐπελέξατο, ἵνα μέντοι γε φανερὸν ποιήσω τὸν θεὸν ὀργιζόμενον καὶ δυσχεραίνοντα τῇ τῆς βασιλείας ὑμῶν αἱρέσει, δηλῶσαι τοῦθʼ ὑμῖν τὸν θεὸν παρασκευάσω διὰ σημείων ἐναργῶς· ὃ γὰρ οὐδέπω πρότερον εἶδεν ὑμῶν οὐδεὶς ἐνταῦθα γεγενημένον, θέρους ἀκμῇ χειμῶνα, αἰτησάμενος τὸν θεὸν παρέξω τοῦτο νῦν ὑμῖν ἐπιγνῶναι.
92 καὶ ταῦτα εἰπόντος πρὸς τὸ πλῆθος τοῦ Σαμουήλου βρονταῖς σημαίνει τὸ θεῖον καὶ ἀστραπαῖς καὶ χαλάζης καταφορᾷ τὴν τοῦ προφήτου περὶ πάντων ἀλήθειαν, ὡς τεθαμβηκότας αὐτοὺς καὶ περιδεεῖς γινομένους ἁμαρτεῖν τε ὁμολογεῖν καὶ κατʼ ἄγνοιαν εἰς τοῦτο προπεσεῖν, καὶ ἱκετεύειν τὸν προφήτην ὡς πατέρα χρηστὸν καὶ ἐπιεικῆ τὸν θεὸν αὐτοῖς εὐμενῆ καταστῆσαι καὶ ταύτην ἀφεῖναι τὴν ἁμαρτίαν, ἣν πρὸς οἷς ἐξύβρισαν ἄλλοις καὶ παρηνόμησαν προσεξειργάσαντο.
93 ὁ δὲ ὑπισχνεῖται καὶ παρακαλέσειν τὸν θεὸν συγγνῶναι περὶ τούτων αὐτοῖς καὶ πείσειν, συνεβούλευε μέντοι δικαίους εἶναι καὶ ἀγαθοὺς καὶ μνημονεύειν ἀεὶ τῶν διὰ τὴν παράβασιν τῆς ἀρετῆς αὐτοῖς κακῶν συμπεσόντων καὶ τῶν σημείων τοῦ θεοῦ καὶ τῆς Μωυσέος νομοθεσίας, εἰ σωτηρίας αὐτοῖς καὶ τῆς μετὰ τοῦ βασιλέως εὐδαιμονίας ἐστὶν ἐπιθυμία.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi