Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 6

128 μέγιστον γὰρ παραμύθιον τὸ καταλιπεῖν Ἑβραίους Παλαιστίνων κεκρατηκότας. ἐπὶ τούτοις ὁ λαὸς πᾶς ἤλγησε καὶ συνέπαθεν ὤμοσέ τε μὴ περιόψεσθαι τὸν αἴτιον τῆς νίκης Ἰωνάθην ἀποθανόντα. καὶ τὸν μὲν οὕτως ἐξαρπάζουσι τῆς τοῦ πατρὸς ἀρᾶς, αὐτοὶ δὲ εὐχὰς ὑπὲρ τοῦ νεανίσκου ποιοῦνται τῷ θεῷ ὥστε αὐτὸν ἀπολῦσαι τοῦ ἁμαρτήματος.
129 Καὶ ὁ Σαοῦλος εἰς τὴν ἑαυτοῦ πόλιν ὑπέστρεψε διαφθείρας ὡσεὶ μυριάδας ἓξ τῶν πολεμίων. βασιλεύει δὲ εὐτυχῶς, καὶ τὰ πλησιόχωρα τῶν ἐθνῶν πολεμήσας χειροῦται τό τε Ἀμμανιτῶν καὶ Μωαβιτῶν Παλαιστίνους Ἰδουμαίους Ἀμαληκίτας τε καὶ τὸν βασιλέα τῆς Σωβᾶς. ἦσαν δὲ παῖδες αὐτῷ τρεῖς μὲν ἄρσενες Ἰωνάθης καὶ Ἰησοῦς καὶ Μέλχισος, θυγατέρες δὲ Μερόβη καὶ Μιχαάλ.
130 στρατηγὸν δὲ εἶχε τὸν τοῦ θείου παῖδα Ἀβήναρον· Νῆρος δʼ ἐκεῖνος ἐκαλεῖτο, Νῆρος δὲ καὶ Κεὶς ὁ Σαούλου πατὴρ ἀδελφοὶ ἦσαν, υἱοὶ δʼ Ἀβελίου. ἦν δὲ καὶ πλῆθος ἁρμάτων Σαούλῳ καὶ ἱππέων, οἷς δὲ πολεμήσειε νικήσας ἀπηλλάσσετο, καὶ τοὺς Ἑβραίους εἰς εὐπραγίας καὶ μέγεθος εὐδαιμονίας προηγάγετο καὶ τῶν ἄλλων ἀπέδειξεν ἐθνῶν δυνατωτέρους, καὶ τῶν νέων τοὺς δὴ καὶ μεγέθει καὶ κάλλει διαφέροντας φύλακας τοῦ σώματος ἐποιεῖτο.
131 Σαμουῆλος δὲ παραγενόμενος πρὸς τὸν Σαοῦλον πεμφθῆναι πρὸς αὐτὸν ἔφασκεν ὑπὸ τοῦ θεοῦ, ὅπως αὐτὸν ὑπομνήσῃ, ὅτι βασιλέα προκρίνας αὐτὸν ἁπάντων ὁ θεὸς ἀπέδειξε, καὶ διὰ τοῦτο πείθεσθαι καὶ κατήκοον αὐτῷ γενέσθαι ὡς αὐτοῦ μὲν ἔχοντος τὴν τῶν ἐθνῶν ἡγεμονίαν, τοῦ δὲ θεοῦ καὶ τὴν κατʼ ἐκείνου καὶ τῶν ὅλων πραγμάτων.
132 λέγειν τοίνυν ἔφασκε τὸν θεὸν· ἐπεὶ πολλὰ κακὰ τοὺς Ἑβραίους Ἀμαληκῖται διέθηκαν κατὰ τὴν ἔρημον, ὅτε ἐξελθόντες ἀπʼ Αἰγύπτου εἰς τὴν νῦν ὑπάρχουσαν αὐτοῖς ἐστέλλοντο χώραν, κελεύω πολέμῳ τιμωρησάμενον τοὺς Ἀμαληκίτας καὶ κρατήσαντα μηδένʼ αὐτῶν ὑπολιπεῖν,
133 ἀλλὰ πάσης διεξελθεῖν ἡλικίας ἀρξαμένους ἀπὸ γυναικῶν κτείνειν καὶ νηπίων καὶ τοιαύτην ὑπὲρ ὧν τοὺς προγόνους ὑμῶν εἰργάσαντο τιμωρίαν ἀπολαβεῖν, φείσασθαι δὲ μήτε ὑποζυγίων μήτε τῶν ἄλλων βοσκημάτων εἰς ὠφέλειαν καὶ κτῆσιν ἰδίαν, ἅπαντα δʼ ἀναθεῖναι τῷ θεῷ καὶ τὸ Ἀμαλήκου ὄνομα ταῖς Μωυσέος κατακολουθήσαντʼ ἐντολαῖς ἐξαλεῖψαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi