Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 6

170 Χρόνοις δʼ ὕστερον οὐ πολλοῖς οἱ Παλαιστῖνοι πάλιν συνελθόντες καὶ δύναμιν ἀθροίσαντες μεγάλην ἐπίασι τοῖς Ἰσραηλίταις καὶ μεταξὺ Σωκοῦς καὶ Ἀζηκοῦς καταλαμβανόμενοι στρατοπεδεύονται. ἀντεπεξάγει δʼ αὐτοῖς τὴν στρατιὰν καὶ Σαοῦλος καὶ ἐπί τινος ὄρους στρατοπεδευσάμενος ἀναγκάζει τοὺς Παλαιστίνους τὸ μὲν πρῶτον στρατόπεδον καταλιπεῖν, ὁμοίως δʼ ἐπί τινος ὄρους ἀντικρὺ τοῦ καταληφθέντος ὑπὸ τοῦ Σαούλου στρατοπεδεύσασθαι.
171 διίστη δʼ ἀπʼ ἀλλήλων τὰ στρατόπεδα μέσος αὐλὼν τῶν ὀρῶν ἐφʼ ὧν ἦν. καταβὰς οὖν τις τῶν ἐκ τοῦ Παλαιστίνων στρατοπέδου Γολιάθης ὄνομα· πόλεως δὲ Γίττης ἀνὴρ παμμεγεθέστατος· ἦν γὰρ πηχῶν τεσσάρων καὶ σπιθαμῆς ὅπλα τῇ φύσει τοῦ σώματος ἀναλογοῦντα περικείμενος· θώρακα μὲν γὰρ ἐνεδέδυτο σταθμὸν ἄγοντα πέντε χιλιάδας σίκλων, κόρυθα δὲ καὶ κνημῖδας χαλκέας ὁποίας εἰκὸς ἦν ἀνδρὸς οὕτω παραδόξου τὸ μέγεθος σκεπάσαι μέρη, δόρυ δὲ ἦν οὐ κοῦφον βάσταγμα δεξιᾶς, ἀλλʼ ἐπὶ τῶν ὤμων αὐτὸ αἴρων ἔφερεν, εἶχε δὲ καὶ λόγχην ἑξακοσίων σίκλων, εἵποντο δὲ πολλοὶ βαστάζοντες τὰ ὅπλα·
172 στὰς τοίνυν ὁ Γολίαθος οὗτος μεταξὺ τῶν παρατάξεων βοήν τε ἀφίησι μεγάλην καὶ πρὸς τὸν Σαοῦλον καὶ τοὺς Ἑβραίους λέγει· μάχης μὲν ὑμᾶς καὶ κινδύνων ἀπαλλάττω· τίς γὰρ ἀνάγκη τὴν στρατιὰν ἡμῶν συμπεσοῦσαν κακοπαθεῖν;
173 δότε δʼ ὅστις ἐμοὶ μαχεῖται τῶν ὑμετέρων, καὶ βραβευθήσεται τὰ τοῦ πολέμου ἑνὶ τῷ νενικηκότι· δουλεύσουσι γὰρ ἐκεῖνοι τοῖς ἑτέροις, ὧν ἂν ὁ νικήσας γένηται· πολὺ δὲ κρεῖττον εἶναι καὶ σωφρονέστατον ἑνὸς κινδύνῳ λαβεῖν ὃ βούλεσθε ἢ τῷ ἁπάντων.
174 ταῦτʼ εἰπὼν ἀνεχώρησεν εἰς τὸ τῶν οἰκείων στρατόπεδον. τῇ δʼ ἐχομένῃ πάλιν ἐλθὼν τοὺς αὐτοὺς ἐποιήσατο λόγους, καὶ μέχρι τεσσαράκοντα ἡμερῶν οὐ διέλειπε προκαλούμενος ἐπὶ τοῖς προειρημένοις τοὺς πολεμίους, ὡς καταπλαγῆναι αὐτόν τε τὸν Σαοῦλον καὶ τὴν στρατιάν. καὶ παρετάσσοντο μὲν ὡς εἰς μάχην, οὐκ ἤρχοντο δὲ εἰς χεῖρας.
175 Τοῦ δὲ πολέμου συνεστηκότος τοῖς Ἑβραίοις καὶ τοῖς Παλαιστίνοις Σαοῦλος ἀπέλυσε τὸν Δαβίδην πρὸς τὸν πατέρα Ἰεσσαῖον ἀρκούμενος αὐτοῦ τοῖς τρισὶν υἱοῖς, οὓς ἐπὶ συμμαχίαν καὶ τοὺς κινδύνους ἔπεμψεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi