Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 6

214 ἐπεὶ δὲ πάλιν αὐτὸν προσελθὸν τὸ δαιμόνιον ἐθορύβει πνεῦμα καὶ συνετάραττε, καλέσας εἰς τὸ δωμάτιον ἐν ᾧ κατέκειτο κατέχων τὸ δόρυ προσέταξε τῷ ψαλμῷ καὶ τοῖς ὕμνοις ἐξᾴδειν αὐτόν. ἐκείνου δὲ τὰ κελευσθέντα ποιοῦντος διατεινάμενος ἀκοντίζει τὸ δόρυ· καὶ τὸ μὲν προϊδόμενος ὁ Δαυίδης ἐξέκλινε, φεύγει δὲ εἰς τὸν οἶκον τὸν αὑτοῦ καὶ διʼ ὅλης ἔμεινεν ἡμέρας αὐτόθι.
215 Νυκτὸς δὲ πέμψας ὁ βασιλεὺς ἐκέλευσεν αὐτὸν ἄχρι τῆς ἕω φυλάττεσθαι μὴ καὶ λάθῃ παντελῶς ἀφανὴς γενόμενος, ἵνα παραγενόμενος εἰς τὸ δικαστήριον καὶ κρίσει παραδοὺς ἀποκτείνῃ. Μελχὰ δὲ ἡ γυνὴ Δαυίδου θυγάτηρ δὲ τοῦ βασιλέως τὴν τοῦ πατρὸς μαθοῦσα διάνοιαν τῷ ἀνδρὶ παρίσταται δειλὰς ἔχουσα τὰς περὶ αὐτοῦ ἐλπίδας καὶ περὶ τῆς ἰδίας ψυχῆς ἀγωνιῶσα· οὐδὲ γὰρ αὑτὴν ζῆν ὑπομενεῖν ἐκείνου στερηθεῖσαν.
216 καί μή σε, φησίν, ὁ ἥλιος ἐνταυθοῖ καταλάβῃ· οὐ γὰρ ἔτʼ ὄψεταί σε. φεῦγε δʼ ἕως τοῦτό σοι δύναται παρασχεῖν ἡ παροῦσα νύξ· καὶ ποιήσει δέ σοι ταύτην ὁ θεὸς μακροτέραν· ἴσθι γὰρ σαυτὸν ἂν εὑρεθῇς ὑπὸ τοῦ πατρὸς ἀπολούμενον. καὶ καθιμήσασα διὰ θυρίδος αὐτὸν ἐξέσωσεν·
217 ἔπειτα σκευάσασα τὴν κλίνην ὡς ἐπὶ νοσοῦντι καὶ ὑποθεῖσα τοῖς ἐπιβολαίοις ἧπαρ αἰγός, ἅμʼ ἡμέρᾳ τοῦ πατρὸς ὡς αὐτὴν πέμψαντος ἐπὶ τὸν Δαυίδην ὠχλῆσθαι διὰ τῆς νυκτὸς εἶπε τοῖς παροῦσιν ἐπιδείξασα τὴν κλίνην κατακεκαλυμμένην καὶ τῷ πηδήματι τοῦ ἥπατος σαλεύοντι τὴν ἐπιβολὴν πιστωσαμένη τὸ κατακείμενον τὸν Δαυίδην ἀσθμαίνειν.
218 ἀπαγγειλάντων δὲ τῶν πεμφθέντων, ὅτι γένοιτο διὰ τῆς νυκτὸς ἀσθενέστερος, ἐκέλευσεν οὕτως ἔχοντα κομισθῆναι· βούλεσθαι γὰρ αὐτὸν ἀνελεῖν. ἐλθόντες δὲ καὶ ἀνακαλύψαντες τὴν κλίνην καὶ τὸ σόφισμα τῆς γυναικὸς εὑρόντες ἀπήγγειλαν τῷ βασιλεῖ.
219 μεμφομένου δὲ τοῦ πατρὸς αὐτήν, ὅτι σώσειε μὲν τὸν ἐχθρὸν αὐτοῦ κατασοφίσαιτο δʼ αὐτόν, ἀπολογίαν σκήπτεται πιθανήν· ἀπειλήσαντα γὰρ αὐτὴν ἀποκτείνειν ἔφησε τυχεῖν ἐκ τοῦ δέους τῆς πρὸς τὸ σωθῆναι συνεργίας· ὑπὲρ ἧς συγγνῶναι καλῶς ἔχειν αὐτῇ κατʼ ἀνάγκην ἀλλὰ μὴ κατὰ προαίρεσιν γενομένης· οὐ γὰρ οὕτως, ἔλεγεν, οἶμαι τὸν ἐχθρὸν ἐζήτεις ἀποθανεῖν, ὡς ἐμὲ σώζεσθαι. καὶ συγγινώσκει δὲ τῇ κόρῃ Σαοῦλος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi