Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 6

226 Λυπηθεὶς δʼ ἐφʼ ὅτῳ πιστωσάμενος τὴν τοῦ Σαούλου προαίρεσιν Ἰωνάθης οὐκ ἔπεισεν ἐπηρώτα, τίνος ἐξ αὐτοῦ βούλεται τυχεῖν. ὁ δέ οἶδα γάρ, ἔφη, πάντα σε χαρίζεσθαί μοι καὶ παρέχειν ἐθέλοντα· νουμηνία μὲν εἰς τὴν ἐπιοῦσάν ἐστιν, ἔθος δʼ ἔχω δειπνεῖν σὺν τῷ βασιλεῖ καθήμενος·
227 εἰ δή σοι δοκεῖ πορευθεὶς ἔξω τῆς πόλεως ἐν τῷ πεδίῳ λανθάνων διαμενῶ, σὺ δʼ ἐπιζητήσαντος αὐτοῦ λέγε πορευθῆναί με εἰς τὴν πατρίδα Βηθλέεμʼ ἑορτήν μου τῆς φυλῆς ἀγούσης προστιθεὶς ὅτι σύ μοι συγκεχώρηκας. κἂν μὲν οἷον εἰκὸς καὶ σύνηθές ἐστι λέγειν ἐπὶ φίλοις ἀποδημοῦσιν ἐπʼ ἀγαθῷ βεβάδικεν εἴπῃ, ἴσθι μηδὲν ὕπουλον παρʼ αὐτοῦ εἶναι μηδʼ ἐχθρόν· ἂν δʼ ὡς ἄλλως ἀποκρίνηται τοῦτʼ ἔσται τεκμήριον τῶν κατʼ ἐμοῦ βεβουλευμένων.
228 μηνύσεις δέ μοι τὴν διάνοιαν τὴν τοῦ πατρὸς οἴκτῳ τε νέμων τοῦτο καὶ φιλίᾳ, διʼ ἣν πίστεις τε παρʼ ἐμοῦ λαβεῖν ἠξίωκας αὐτός τε ἐμοὶ δοῦναι δεσπότης ὤν. εἰ δʼ εὑρίσκεις τι ἐν ἐμοὶ πονηρόν, αὐτὸς ἄνελε καὶ φθάσον τὸν πατέρα.
229 Πρὸς δὲ τὸ τελευταῖον δυσχεράνας τῶν λόγων Ἰωνάθης ποιήσειν ταῦτʼ ἐπηγγείλατο κἄν τι σκυθρωπὸν ὁ πατὴρ αὐτοῦ καὶ τὴν ἀπέχθειαν ἐμφανίζον ἀποκρίνηται μηνύσειν. ἵνα δʼ αὐτῷ θαρρῇ μᾶλλον, ἐξαγαγὼν αὐτὸν εἰς ὕπαιθρον καὶ καθαρὸν ἀέρα οὐδὲν παρήσειν ὑπὲρ τῆς Δαυίδου σωτηρίας ὤμνυε·
230 τὸν γὰρ θεόν, εἶπε, τοῦτον ὃν πολὺν ὁρᾷς καὶ πανταχοῦ κεχυμένον, καὶ πρὶν ἑρμηνεῦσαί με τοῖς λόγοις τὴν διάνοιαν ἤδη μου ταύτην εἰδότα, μάρτυρα ποιοῦμαι τῶν πρὸς σὲ συνθηκῶν, ὡς οὐκ ἀνήσω τὸν πατέρα πολλάκις αὐτοῦ τῆς προαιρέσεως διάπειραν λαμβάνων, πρὶν ἢ καταμαθεῖν ἥτις ἐστὶ καὶ παρὰ τοῖς ἀπορρήτοις αὐτοῦ τῆς ψυχῆς γενέσθαι.
231 καταμαθὼν δʼ οὐκ ἀποκρύψομαι, καταμηνύσω δὲ πρὸς σὲ καὶ πρᾷον ὄντα καὶ δυσμενῶς διακείμενον. οἶδε δὲ οὗτος ὁ θεός, πῶς αὐτὸν εἶναι μετὰ σοῦ διὰ παντὸς εὔχομαι· ἔστι μὲν γὰρ νῦν καὶ οὐκ ἀπολείψει σε, ποιήσει δέ σε τῶν ἐχθρῶν ἄντε ὁ πατὴρ ὁ ἐμὸς ᾖ ἄντʼ ἐγὼ κρείττονα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi