Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 6

13 Ἔκριναν δʼ αὐτὰ καλῶς εἰρῆσθαι καὶ τοῖς ἔργοις εὐθὺς τὴν γνώμην ἐκύρωσαν. καὶ ποιήσαντες μὲν τὰ προειρημένα προάγουσιν τὴν ἅμαξαν ἐπὶ τὴν τρίοδον καὶ καταλιπόντες ἀνεχώρησαν, τῶν δὲ βοῶν τὴν ὀρθὴν ὁδὸν ὥσπερ ἡγουμένου τινὸς αὐταῖς ἀπιουσῶν ἠκολούθουν οἱ τῶν Παλαιστίνων ἄρχοντες, ποῦ ποτε στήσονται καὶ πρὸς τίνας ἥξουσι βουλόμενοι μαθεῖν.
14 κώμη δέ τίς ἐστι τῆς Ἰούδα φυλῆς Βήθης ὄνομα· εἰς ταύτην ἀφικνοῦνται αἱ βόες, καὶ πεδίου μεγάλου καὶ καλοῦ τὴν πορείαν αὐτῶν ἐκδεξαμένου παύονται προσωτέρω χωρεῖν στήσασαι τὴν ἅμαξαν αὐτόθι. θέα δὲ ἦν τοῖς ἐν τῇ κώμῃ καὶ περιχαρεῖς ἐγένοντο· θέρους γὰρ ὥρᾳ πάντες ἐπὶ τὴν συγκομιδὴν τῶν καρπῶν ἐν ταῖς ἀρούραις ὑπάρχοντες ὡς εἶδον τὴν κιβωτὸν ὑφʼ ἡδονῆς ἁρπαγέντες καὶ τὸ ἔργον ἐκ τῶν χειρῶν ἀφέντες ἔδραμον εὐθὺς ἐπὶ τὴν ἅμαξαν.
15 καὶ καθελόντες τὴν κιβωτὸν καὶ τὸ ἄγγος, ὃ τοὺς ἀνδριάντας εἶχε καὶ τοὺς μύας, τιθέασιν ἐπί τινος πέτρας, ἥτις ἦν ἐν τῷ πεδίῳ, καὶ θύσαντες λαμπρῶς τῷ θεῷ καὶ κατευωχηθέντες τήν τε ἅμαξαν καὶ τοὺς βόας ὡλοκαύτωσαν. καὶ ταῦτʼ ἰδόντες οἱ τῶν Παλαιστίνων ἄρχοντες ἀνέστρεψαν ὀπίσω.
16 Ὀργὴ δὲ καὶ χόλος τοῦ θεοῦ μέτεισιν ἑβδομήκοντα τῶν ἐκ τῆς Βήθης κώμης, οὓς οὐκ ὄντας ἀξίους ἅψασθαι τῆς κιβωτοῦ, ἱερεῖς γὰρ οὐκ ἦσαν, καὶ προσελθόντας αὐτῇ βαλὼν ἀπέκτεινεν. ἔκλαυσαν δὲ ταῦτα παθόντας αὐτοὺς οἱ κωμῆται, καὶ πένθος ἐπʼ αὐτοῖς ἤγειραν οἷον εἰκὸς ἐπὶ θεοπέμπτῳ κακῷ καὶ τὸν ἴδιον ἕκαστος ἀπεθρήνει·
17 τοῦ τε μένειν τὴν κιβωτὸν παρʼ αὐτοῖς ἀναξίους ἀποφαίνοντες αὑτοὺς καὶ πρὸς τὸ κοινὸν τῶν Ἑβραίων πέμψαντες ἐδήλουν ἀποδεδόσθαι τὴν κιβωτὸν ὑπὸ τῶν Παλαιστίνων. κἀκεῖνοι γνόντες τοῦτο ἀποκομίζουσιν αὐτὴν εἰς Καριαθιαρεὶμ γείτονα πόλιν τῆς Βήθης κώμης.
18 ἔνθα τινὸς Λευΐτου τὸ γένος Ἀμιναδάβου δόξαν ἔχοντος ἐπὶ δικαιοσύνῃ καὶ θρησκείᾳ καταβιοῦντος εἰς οἰκίαν τὴν κιβωτὸν ἤγαγον, ὥσπερ εἰς πρέποντα τῷ θεῷ τόπον ἐν ᾧ κατῴκει δίκαιος ἄνθρωπος. ἐθεράπευον δὲ τὴν κιβωτὸν οἱ τούτου παῖδες καὶ τῆς ἐπιμελείας ταύτης ἕως ἐτῶν εἴκοσι προέστησαν· τοσαῦτα γὰρ ἔμεινεν ἐν τῇ Καριαθιαρεὶμ ποιήσασα παρὰ τοῖς Παλαιστίνοις μῆνας τέσσαρας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi