Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 6

249 ἀξιώσαντος αὐτὸς τοῦ προφήτου κελεύσαντος αὐτὸν τὴν μὲν ἐρημίαν ἐκλιπεῖν, πορευθέντα δʼ εἰς τὴν κληρουχίαν τῆς Ἰούδα φυλῆς ἐν αὐτῇ διάγειν πείθεται καὶ παραγενόμενος εἰς Σάριν πόλιν ἐν αὐτῇ κατέμενε.
250 Σαοῦλος δʼ ἀκούσας ὅτι μετὰ πλήθους ὀφθείη ὁ Δαυίδης οὐκ εἰς τυχόντα θόρυβον καὶ ταραχὴν ἐνέπεσεν, ἀλλʼ εἰδὼς τὸ φρόνημα τοῦ ἀνδρὸς καὶ τὴν εὐτολμίαν οὐδὲν ἐξ αὐτοῦ μικρὸν ἀνακύψειν ἔργον ἐφʼ οὗ κλαύσεσθαι πάντως καὶ πονήσειν ὑπενόησε.
251 καὶ συγκαλέσας τοὺς φίλους καὶ τοὺς ἡγεμόνας καὶ τὴν φυλὴν ἐξ ἧς αὐτὸς ἦν πρὸς αὑτὸν ἐπὶ τὸν βουνὸν οὗ τὸ βασίλειον εἶχε, καὶ καθίσας ἐπʼ Ἀρούρης, τόπος ἦν τις τιμῆς, πολιτικῆς περὶ αὐτὸν οὔσης τάξεως σωματοφυλάκων λέγει πρὸς αὐτούς· ἄνδρες ὁμόφυλοι, μέμνησθε μὲν οἶδʼ ὅτι τῶν ἐμῶν εὐεργεσιῶν, ὅτι καὶ ἀγρῶν τινας ἐποίησα δεσπότας καὶ τιμῶν τῶν ἐν τῷ πλήθει καὶ τάξεων ἠξίωσα.
252 πυνθάνομαι τοιγαροῦν, εἰ μείζονας τούτων δωρεὰς καὶ πλείονας παρὰ τοῦ Ἰεσσαίου παιδὸς προσδοκᾶτε· οἶδα γὰρ ὅτι πάντες ἐκείνῳ προστέθεισθε τοὐμοῦ παιδὸς Ἰωνάθου αὐτοῦ τε οὕτως φρονήσαντος καὶ ὑμᾶς ταῦτα πείσαντος·
253 οὐ γὰρ ἀγνοῶ τοὺς ὅρκους καὶ τὰς συνθήκας τὰς πρὸς Δαυίδην αὐτῷ γεγενημένας, οὐδʼ ὅτι σύμβουλος μὲν καὶ συνεργὸς Ἰωνάθης ἐστὶ τῶν κατʼ ἐμοῦ συντεταγμένων, μέλει δὲ ὑμῶν οὐδενὶ περὶ τούτων,
254 ἀλλὰ τὸ ἀποβησόμενον ἡσυχάζοντες σκοπεῖτε. σιωπήσαντος δὲ τοῦ βασιλέως ἄλλος μὲν οὐδεὶς ἀπεκρίνατο τῶν παρόντων, Δώηγος δʼ ὁ Σύρος ὁ τὰς ἡμιόνους αὐτοῦ βόσκων εἶπεν, ὡς ἴδοι τὸν Δαυίδην εἰς Ναβὰν πόλιν πρὸς Ἀβιμέλεχον ἐλθόντα τὸν ἀρχιερέα τά τε μέλλοντα παρʼ αὐτοῦ προφητεύσαντος μαθεῖν καὶ λαβόντα ἐφόδια καὶ τὴν ῥομφαίαν τοῦ Γολιάθου πρὸς οὓς ἐβούλετο μετὰ ἀσφαλείας προπεμφθῆναι.
255 Μεταπεμψάμενος οὖν τὸν ἀρχιερέα καὶ πᾶσαν αὐτοῦ τὴν γενεὰν Σαοῦλος τί παθὼν ἐξ ἐμοῦ, εἶπε, δεινὸν καὶ ἄχαρι τὸν Ἰεσσαίου παῖδα προσεδέξω καὶ σιτίων μὲν αὐτῷ μετέδωκας καὶ ὅπλων ὄντι τῆς ἐμῆς βασιλείας ἐπιβούλῳ, τί δὲ δὴ περὶ τῶν μελλόντων ἐχρημάτιζες; οὐ γὰρ δή σε φεύγων ἐμὲ καὶ μισῶν τὸν ἐμὸν οἶκον ἐλάνθανεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi