Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 7

50 ὁ δʼ οὐχ ὡς ἤλπιζον οὕτως αὐτῶν προσεδέξατο τὸ ἔργον, ἀλλʼ εἰπών, ὦ κάκιστοι καὶ παραχρῆμα δίκην ὑφέξοντες, οὐκ ἔγνωτε πῶς ἐγὼ τὸν Σαούλου φονέα καὶ τὸν κομίσαντά μοι τὸν χρυσοῦν αὐτοῦ στέφανον ἠμυνάμην, καὶ ταῦτα ἐκείνῳ χαριζόμενον τὴν ἀναίρεσιν, ἵνα μὴ συλλάβωσιν αὐτὸν οἱ πολέμιοι;
51 ἦ μεταβεβλῆσθαί με καὶ μηκέτʼ εἶναι τὸν αὐτὸν ὑπωπτεύσατε, ὡς χαίρειν κακούργοις ἀνδράσι καὶ χάριτας ἡγήσασθαι τὰς κυριοκτόνους ὑμῶν πράξεις, ἀνῃρηκότων ἐπὶ τῆς αὑτοῦ κοίτης ἄνδρα δίκαιον καὶ μηδένα μηδὲν κακὸν εἰργασμένον, ὑμᾶς δὲ καὶ διὰ πολλῆς εὐνοίας καὶ τιμῆς ἐσχηκότα;
52 διὸ δώσετε ποινὴν μὲν αὐτῷ κολασθέντες, δίκην δʼ ἐμοὶ τοῦ νομίσαντας ἡδέως ἕξειν με τὴν Ἰεβώσθου τελευτὴν τοῦτον ἀνελεῖν· οὐ γὰρ ἐδύνασθε μᾶλλον ἀδικῆσαι τὴν ἐμὴν δόξαν ἢ τοῦθʼ ὑπολαβόντες. ταῦτʼ εἰπὼν πᾶσαν αἰκίαν αὐτοὺς αἰκισάμενος διεχρήσατο καὶ τὴν Ἰεβώσθου κεφαλὴν ἐν τῷ Ἀβεννήρου τάφῳ πάντων ἀξιώσας ἐκήδευσε.
53 Τούτων δὲ τοιοῦτον λαβόντων τέλος ἧκον ἅπαντες οἱ τοῦ λαοῦ τῶν Ἑβραίων πρῶτοι πρὸς Δαυίδην εἰς Γιβρῶνα οἵ τε χιλίαρχοι καὶ ἡγεμόνες αὐτῶν, καὶ παρεδίδοσαν αὑτοὺς τήν τε εὔνοιαν, ἣν ἔτι καὶ Σαούλου ζῶντος εἶχον πρὸς αὐτόν, ὑπομιμνήσκοντες καὶ τὴν τιμήν, ἣν γενόμενον τότε χιλίαρχον τιμῶντες οὐ διέλιπον, ὅτι τε βασιλεὺς ὑπὸ τοῦ θεοῦ διὰ Σαμουήλου τοῦ προφήτου χειροτονηθείη καὶ παῖδες αὐτοῦ καὶ ὡς τὴν Ἑβραίων χώραν αὐτῷ σῶσαι καταγωνισαμένῳ Παλαιστίνους δέδωκεν ὁ θεὸς ἐμφανίζοντες.
54 ὁ δὲ ταύτης τε ἀποδέχεται τῆς προθυμίας αὐτοὺς καὶ παρακαλέσας διαμένειν, οὐ γὰρ ἔσεσθαι μετάνοιαν αὐτοῖς ἐκ τοῦ τοιούτου, καὶ κατευωχήσας καὶ φιλοφρονησάμενος ἔπεμψε τὸν λαὸν παρʼ αὐτὸν ἄξοντας ἅπαντα.
55 καὶ συνῆλθον ἐκ μὲν τῆς Ἰούδα φυλῆς ὁπλιτῶν ὡς ὀκτακόσιοι καὶ ἑξακισχίλιοι φοροῦντες ὅπλα θυρεὸν καὶ σιρομάστην· οὗτοι δὲ τῷ Σαούλου παιδὶ παρέμενον· τούτων γὰρ χωρὶς ἡ Ἰούδα φυλὴ τὸν Δαυίδην ἀπέδειξε βασιλέα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi