Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 7

68 ἦν δὲ πᾶς ὁ χρόνος ἀπὸ τῆς Ἰησοῦ τοῦ στρατηγοῦ ἐπὶ Χαναναίους στρατείας καὶ τοῦ πολέμου, καθʼ ὃν κρατήσας αὐτῶν κατένειμε ταύτην τοῖς Ἑβραίοις καὶ οὐκέτι τοὺς Χαναναίους ἐκβαλεῖν ἐξ Ἱεροσολύμων ἐδυνήθησαν οἱ Ἰσραηλῖται, μέχρις ὁ Δαυίδης αὐτοὺς ἐξεπολιόρκησεν, ἔτη πεντακόσια καὶ δέκα καὶ πέντε.
69 Ποιήσομαι δὲ καὶ μνήμην Ὀρόνα πλουσίου μὲν ἀνδρὸς τῶν Ἰεβουσαίων, οὐκ ἀναιρεθέντος δὲ ἐν τῇ Ἱεροσολύμων πολιορκίᾳ ὑπὸ Δαυίδου διὰ τὴν πρὸς τοὺς Ἑβραίους εὔνοιαν αὐτοῦ καί τινα καὶ χάριν καὶ σπουδὴν πρὸς αὐτὸν γενομένην τὸν βασιλέα, ἣν μικρὸν ὕστερον εὐκαιρότερον σημανῶ.
70 ἔγημε δὲ καὶ ἄλλας γυναῖκας πρὸς ταῖς οὔσαις αὐτῷ Δαυίδης καὶ παλλακὰς ἔσχεν. ἐποιήσατο δὲ καὶ παῖδας ἐννέα τὸν ἀριθμόν, οὓς προσηγόρευσεν Ἀμασέ, Ἀμνου, Σεβάν, Νάθαν, Σολομῶνα, Ἰεβαρῆ, Ἐλιήν, Φαλναγέην, Ναφήν, Ἰεναέ, Ἐλιφαλέ, ἔτι δὲ καὶ θυγατέρα Θαμάραν. τούτων οἱ μὲν ἐννέα ἐξ εὐγενίδων ἦσαν γεγονότες, οὓς δὲ τελευταίους εἰρήκαμεν δύο ἐκ τῶν παλλακίδων. Θαμάρα δὲ ὁμομήτριος Ἀψαλώμῳ ἦν.
71 Γνόντες δʼ οἱ Παλαιστῖνοι τὸν Δαυίδην βασιλέα ὑπὸ τῶν Ἑβραίων ἀποδεδειγμένον στρατεύουσιν ἐπʼ αὐτὸν εἰς Ἱεροσόλυμα· καὶ καταλαβόμενοι τὴν κοιλάδα τῶν Γιγάντων καλουμένην, τόπος δέ ἐστιν οὐ πόρρω τῆς πόλεως, ἐν αὐτῇ στρατοπεδεύονται.
72 ὁ δὲ τῶν Ἰουδαίων βασιλεύς, οὐδὲν γὰρ ἄνευ προφητείας καὶ τοῦ κελεῦσαι τὸν θεὸν καὶ περὶ τῶν ἐσομένων λαβεῖν ἐγγυητὴν ἐκεῖνον ἑαυτῷ ποιεῖν ἐπέτρεπεν, ἐκέλευσε τὸν ἀρχιερέα τί δοκεῖ τῷ θεῷ καὶ ποδαπὸν ἔσται τὸ τέλος τῆς μάχης προλέγειν αὐτῷ.
73 προφητεύσαντος δὲ νίκην καὶ κράτος ἐξάγει τὴν δύναμιν ἐπὶ τοὺς Παλαιστίνους· καὶ γενομένης συμβολῆς αὐτὸς κατόπιν αἰφνιδίως ἐπιπεσὼν τοῖς πολεμίοις τοὺς μὲν αὐτῶν ἀπέκτεινε, τοὺς δὲ εἰς φυγὴν ἐτρέψατο.
74 ὑπολάβῃ δὲ μηδεὶς ὀλίγην τὴν τῶν Παλαιστίνων στρατιὰν ἐλθεῖν ἐπὶ τοὺς Ἑβραίους τῷ τάχει τῆς ἥττης καὶ τῷ μηδὲν ἔργον ἐπιδείξασθαι γενναῖον μηδὲ μαρτυρίας ἄξιον στοχαζόμενος αὐτῶν τὴν βραδυτῆτα καὶ τὴν ἀγέννειαν, ἀλλὰ γινωσκέτω Συρίαν τε ἅπασαν καὶ Φοινίκην καὶ πρὸς τούτοις ἄλλα ἔθνη πολλὰ καὶ μάχιμα συστρατεῦσαι αὐτοῖς καὶ τοῦ πολέμου κοινωνῆσαι,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi