Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 7

75 ὃ καὶ μόνον ἦν αἴτιον τοσαυτάκις αὐτοῖς νικωμένοις καὶ πολλὰς ἀποβαλοῦσι μυριάδας μετὰ μείζονος ἐπιέναι τοῖς Ἑβραίοις δυνάμεως. ἀμέλει καὶ ταύταις πταίσαντες ταῖς μάχαις τριπλάσιος στρατὸς ἐπῆλθε τῷ Δαυίδῃ καὶ εἰς ταὐτὸ χωρίον ἐστρατοπεδεύσατο.
76 πάλιν δὲ τοῦ βασιλέως τῶν Ἰσραηλιτῶν ἐρομένου τὸν θεὸν περὶ τῆς περὶ τὴν μάχην ἐξόδου, προφητεύει ὁ ἀρχιερεὺς ἐν τοῖς ἄλσεσι τοῖς καλουμένοις Κλαυθμῶσι κατέχειν τὴν στρατιὰν οὐκ ἄπωθεν τοῦ τῶν πολεμίων στρατοπέδου, κινεῖν δʼ αὐτὸν μὴ πρότερον μηδʼ ἄρχεσθαι τῆς μάχης.
77 πρὶν ἢ τὰ ἄλση σαλεύεσθαι μὴ πνέοντος ἀνέμου. ὡς δʼ ἐσαλεύθη τὰ ἄλση καὶ ὃν αὐτῷ καιρὸν προεῖπεν ὁ θεὸς παρῆν, οὐδὲν ἐπισχὼν ἐφʼ ἑτοίμην ἤδη καὶ φανερὰν ἐξῆλθε τὴν νίκην· οὐ γὰρ ὑπέμειναν αὐτὸν αἱ τῶν πολεμίων φάλαγγες, ἀλλʼ εὐθὺς ἀπὸ τῆς πρώτης συμβολῆς τραπέντας ἐνέκειτο κτείνων· καὶ διώκει μὲν αὐτοὺς ἄχρι πόλεως Γαζάρων, ἡ δʼ ἐστὶν ὅρος αὐτῶν τῆς χώρας, διαρπάζει δʼ αὐτῶν τὴν παρεμβολὴν καὶ πολὺν εὑρὼν ἐν αὐτῇ πλοῦτον καὶ τοὺς θεοὺς αὐτῶν διέφθειρε.
78 Τοιαύτης δʼ ἀποβάσης καὶ ταύτης τῆς μάχης ἔδοξε Δαυίδῃ συμβουλευσαμένῳ μετὰ τῶν γερόντων καὶ ἡγεμόνων καὶ χιλιάρχων μεταπέμψασθαι τῶν ὁμοφύλων ἐξ ἁπάσης τῆς χώρας πρὸς αὑτὸν τοὺς ἐν ἀκμῇ τῆς ἡλικίας, ἔπειτα τοὺς ἱερεῖς καὶ Ληουίτας καὶ πορευθέντας εἰς Καριαθιάριμα μετακομίσαι τὴν τοῦ θεοῦ κιβωτὸν ἐξ αὐτῆς εἰς Ἱεροσόλυμα καὶ θρησκεύειν ἐν αὐτῇ λοιπὸν ἔχοντας αὐτὴν θυσίαις καὶ ταῖς ἄλλαις τιμαῖς, αἷς χαίρει τὸ θεῖον·
79 εἰ γὰρ ἔτι Σαούλου βασιλεύοντος τοῦτʼ ἔπραξαν, οὐκ ἂν δεινὸν οὐδὲν ἔπαθον. συνελθόντος οὖν τοῦ λαοῦ παντός, καθὼς ἐβουλεύσαντο, παραγίνεται ὁ βασιλεὺς ἐπὶ τὴν κιβωτόν, ἣν βαστάξαντες ἐκ τῆς Ἀμιναδάβου οἰκίας οἱ ἱερεῖς καὶ ἐπιθέντες ἐφʼ ἅμαξαν καινὴν ἕλκειν ἀδελφοῖς τε καὶ παισὶν ἐπέτρεψαν μετὰ τῶν βοῶν.
80 προῆγε δʼ ὁ βασιλεὺς καὶ πᾶν σὺν αὐτῷ τὸ πλῆθος ὑμνοῦντες τὸν θεὸν καὶ ᾄδοντες πᾶν εἶδος μέλους ἐπιχώριον σύν τε ἤχῳ ποικίλῳ κρουσμάτων τε καὶ ὀρχήσεων καὶ ψαλμῶν ἔτι δὲ σάλπιγγος καὶ κυμβάλων κατάγοντες τὴν κιβωτὸν εἰς Ἱεροσόλυμα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi