Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 7

88 ὁ δʼ οὐκ αἰδεῖσθαι ταῦτα ποιήσας εἰς τὸ τῷ θεῷ κεχαρισμένον ἔφασκεν, ὃς αὐτὸν καὶ τοῦ πατρὸς αὐτῆς καὶ τῶν ἄλλων ἁπάντων προετίμησε, παίζειν τε καὶ πολλάκις χορεῦσαι μηδένα τοῦ δόξαι ταῖς θεραπαινίσιν αἰσχρὸν καὶ αὐτῇ τὸ γινόμενον ποιησάμενος λόγον.
89 ἡ Μιχάλη αὕτη Δαυίδῃ μὲν συνοικοῦσα παῖδας οὐκ ἐποιήσατο, γαμηθεῖσα δὲ ὕστερον ᾧ παρέδωκεν αὐτὴν ὁ πατὴρ Σαοῦλος, τότε δὲ ἀποσπάσας αὐτὸς εἶχε, πέντε παῖδας ἔτεκε. καὶ περὶ μὲν τούτων κατὰ χώραν δηλώσομεν.
90 Ὁρῶν δʼ ὁ βασιλεὺς κατὰ πᾶσαν αὐτῷ τὰ πράγματα σχεδὸν ἡμέραν ἀμείνω γινόμενα ἐκ τῆς τοῦ θεοῦ βουλήσεως ἐνόμιζεν ἐξαμαρτάνειν αὑτὸν, εἰ μένων αὐτὸς ἐν οἴκοις ἐκ κέδρου πεποιημένοις ὑψηλοῖς τε καὶ καλλίστην τὴν ἄλλην κατασκευὴν ἔχουσι περιορᾷ τὴν κιβωτὸν ἐν σκηνῇ κειμένην·
91 ἐβούλετο δὲ τῷ θεῷ κατασκευάσαι ναόν, ὡς Μωυσῆς εἶπε, καὶ περὶ τούτων Νάθᾳ τῷ προφήτῃ διαλεχθείς, ἐπεὶ ποιεῖν ὅτιπερ ὥρμηται προσέταξεν αὐτὸν ὡς τοῦ θεοῦ πρὸς ἅπαντʼ αὐτῷ συνεργοῦ παρόντος, εἶχεν ἤδη περὶ τὴν τοῦ ναοῦ κατασκευὴν προθυμότερον.
92 τοῦ θεοῦ δὲ κατʼ ἐκείνην τὴν νύκτα τῷ Νάθᾳ φανέντος καὶ φράσαι κελεύσαντος τῷ Δαυίδῃ, ὡς τὴν μὲν προαίρεσιν αὐτοῦ καὶ τὴν ἐπιθυμίαν ἀποδέχεται, μηδενὸς μὲν πρότερον εἰς νοῦν βαλομένου ναὸν αὐτῷ κατασκευάσαι. τούτου δὲ ταύτην τὴν διάνοιαν λαβόντος· οὐκ ἐπιτρέπειν δὲ πολλοὺς πολέμους ἠγωνισμένῳ καὶ φόνῳ τῶν ἐχθρῶν μεμιασμένῳ ποιῆσαι ναὸν αὐτῷ.
93 μετὰ μέντοι γε τὸν θάνατον αὐτοῦ γηράσαντος καὶ μακρὸν ἀνύσαντος βίον γενήσεσθαι τὸν ναὸν ὑπὸ τοῦ παιδὸς τοῦ μετʼ αὐτὸν τὴν βασιλείαν παραληψομένου κληθησομένου δὲ Σολομῶνος, οὗ προστήσεσθαι καὶ προνοήσειν ὡς πατὴρ υἱοῦ κατεπηγγέλλετο, τὴν μὲν βασιλείαν τέκνων ἐγγόνοις φυλάξων καὶ παραδώσων, αὐτὸν δὲ τιμωρήσων, ἂν ἁμαρτὼν τύχῃ, νόσῳ καὶ γῆς ἀφορίᾳ.
94 μαθὼν ταῦτα παρὰ τοῦ προφήτου Δαυίδης καὶ περιχαρὴς γενόμενος ἐπὶ τῷ τοῖς ἐγγόνοις αὐτοῦ τὴν ἀρχὴν διαμένουσαν ἐγνωκέναι βεβαίως καὶ τὸν οἶκον αὐτοῦ λαμπρὸν ἐσόμενον καὶ περιβόητον πρὸς τὴν κιβωτὸν παραγίνεται,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi