Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 7

134 ταῦτʼ εἰπόντα μεῖναι τὴν ἡμέραν ἐκείνην ἐκέλευσεν αὐτόθι ὡς εἰς τὴν ἐπιοῦσαν ἀπολύσων αὐτὸν πρὸς τὸν ἀρχιστράτηγον. κληθεὶς δʼ ἐπὶ δεῖπνον ὑπὸ τοῦ βασιλέως Οὐρίας καὶ μέχρι μέθης προελθὼν ἐν τῷ πότῳ δεξιουμένου τοῦ βασιλέως αὐτὸν ἐπίτηδες ταῖς προπόσεσιν, οὐδὲν ἧττον πάλιν πρὸ τῶν τοῦ βασιλέως θυρῶν ἐκοιμήθη μηδεμίαν λαβὼν τῆς γυναικὸς ἐπιθυμίαν.
135 ἐπὶ τούτοις δὲ δυσανασχετήσας ὁ βασιλεὺς ἔγραψε τῷ Ἰωάβῳ κολάσαι προστάττων τὸν Οὐρίαν, ἁμαρτεῖν γὰρ αὐτὸν ἐδήλου, καὶ τὸν τρόπον τῆς τιμωρίας ἵνα μὴ γένηται φανερὸς αὐτὸς τοῦτο βουληθεὶς ὑπέθετο·
136 κατὰ γὰρ τὸ δυσμαχώτατον αὐτὸν ἐκέλευσε μέρος τῶν πολεμίων τάξαι καὶ καθʼ ὃ κινδυνεύσει μαχόμενος ἀπολειφθεὶς μόνος· τοὺς γὰρ συμπαραστάτας ἀναχωρῆσαι ἐκ τῆς μάχης γινομένης ἐκέλευσε. ταῦτα γράψας καὶ σημηνάμενος τῇ αὑτοῦ σφραγῖδι τὴν ἐπιστολὴν ἔδωκεν Οὐρίᾳ κομίσαι πρὸς Ἰώαβον.
137 δεξάμενος δὲ Ἰώαβος τὰ γράμματα καὶ τὴν τοῦ βασιλέως προαίρεσιν ἀναγνούς, καθʼ ὃν ᾔδει τόπον τοὺς πολεμίους χαλεποὺς αὐτῷ γενομένους, κατὰ τοῦτον ἔστησε τὸν Οὐρίαν δοὺς αὐτῷ τινας τῶν ἀρίστων τῆς στρατιᾶς· αὐτὸς δʼ ἁπάσῃ τῇ δυνάμει προσεπιβοηθήσειν ἔφησεν, εἰ δυνηθεῖεν ἀνατρέψαντές τι τοῦ τείχους εἰσελθεῖν εἰς τὴν πόλιν.
138 ὄντα δʼ αὐτὸν γενναῖον στρατιώτην καὶ δόξαν ἔχοντα παρά τε τῷ βασιλεῖ καὶ πᾶσι τοῖς ὁμοφύλοις ἐπʼ ἀνδρείᾳ χαίρειν τοῖς μεγάλοις πόνοις ἀλλὰ μὴ προσαγανακτεῖν ἠξίου. τοῦ δʼ Οὐρία προθύμως ὑποστάντος τὸ ἔργον, τοῖς μετʼ αὐτοῦ παρατασσομένοις ἰδίᾳ καταλιπεῖν ὅταν ἐξορμήσαντας ἴδωσι τοὺς πολεμίους ἐδήλωσε.
139 προσβαλόντων οὖν τῇ πόλει τῶν Ἑβραίων δείσαντες οἱ Ἀμμανῖται, μὴ κατʼ ἐκεῖνον τὸν τόπον, καθʼ ὃν Οὐρίαν συνέβαινε τετάχθαι, φθάσαντες ἀναβῶσιν οἱ πολέμιοι, προστησάμενοι τοὺς ἀνδρειοτάτους αὐτῶν καὶ τὴν πύλην ἀνοίξαντες αἰφνιδίως καὶ μετὰ ῥύμης καὶ δρόμου πολλοῦ τοῖς ἐχθροῖς ἐπεξῆλθον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi