Kitap 7
140
ἰδόντες δὲ αὐτοὺς οἱ σὺν τῷ Οὐρίᾳ πάντες ἀνεχώρησαν ὀπίσω, καθὼς Ἰώαβος αὐτοῖς προεῖπεν· αἰσχυνθεὶς δʼ Οὐρίας φυγεῖν καὶ τὴν τάξιν καταλιπεῖν ὑπέμεινε τοὺς πολεμίους· καὶ τὴν ὁρμὴν αὐτῶν ἐκδεξάμενος ἀναιρεῖ μὲν οὐκ ὀλίγους, κυκλωθεὶς δὲ καὶ ληφθεὶς ἐν μέσῳ ἅμα δʼ αὐτῷ τινες καὶ ἄλλοι τελευτᾷ συγκαταπεσόντων ἑτέρων.
141
Τούτων οὕτως γενομένων ἔπεμψεν ἀγγέλους Ἰώαβος πρὸς τὸν βασιλέα λέγειν ἐντειλάμενος αὐτοῖς, ὡς σπουδάσειε μὲν ταχέως ἑλεῖν τὴν πόλιν, προσβαλὼν δὲ τῷ τείχει καὶ πολλοὺς ἀπολέσας ἀναχωρῆσαι βιασθείη· προστιθέναι δὲ τούτοις ἂν ὀργιζόμενον ἐπʼ αὐτοῖς βλέπωσι καὶ τὸν Οὐρία θάνατον.
142
τοῦ δὲ βασιλέως ἀκούσαντος παρὰ τῶν ἀγγέλων ταῦτα καὶ δυσφοροῦντος φάσκοντος ἁμαρτεῖν αὐτοὺς τῷ τείχει προσβαλόντας, δέον ὑπονόμοις καὶ μηχανήμασιν ἑλεῖν πειρᾶσθαι τὴν πόλιν, καὶ ταῦτʼ ἔχοντας παράδειγμα τὸν Γεδεῶνος υἱὸν Ἀβιμέλεχον, ὃς ἐπεὶ τὸν ἐν Θήβαις πύργον ἑλεῖν ἐβούλετο βίᾳ, βληθεὶς ὑπὸ πρεσβύτιδος πέτρῳ κατέπεσε καὶ ἀνδρειότατος ὢν διὰ τὸ δυσχερὲς τῆς ἐπιβολῆς αἰσχρῶς ἀπέθανεν·
143
οὗ μνημονεύοντας ἔδει μὴ προσιέναι τῷ τείχει τῶν πολεμίων· ἄριστον γὰρ ἁπάντων τῶν ἐν πολέμῳ πραχθέντων καὶ καλῶς καὶ ὡς ἑτέρως ἐνίοις αὐτοῖς κινδύνοις μνήμην ἔχειν, ὡς τὰ μὲν μιμεῖσθαι τὰ δὲ φυλάττεσθαι.
144
ἐπεὶ δὲ οὕτως ἔχοντι καὶ τὸν Οὐρία θάνατον ἐδήλωσεν ὁ ἄγγελος, παύεται μὲν τῆς ὀργῆς, Ἰωάβῳ δʼ ἐκέλευσεν ἀπελθόντα λέγειν ἀνθρώπινον εἶναι τὸ συμβεβηκὸς καὶ τὰ τοῦ πολέμου φύσιν ἔχειν τοιαύτην, ὥστε ποτὲ μὲν τοῖς ἐναντίοις εὖ πράττειν συμβαίνειν κατʼ αὐτόν, ποτὲ δὲ τοῖς ἑτέροις·
145
τοῦ λοιποῦ μέντοι γε προνοεῖν τῆς πολιορκίας, ὅπως μηδὲν ἔτι πταίσωσι κατʼ αὐτήν, ἀλλὰ χώμασι καὶ μηχαναῖς ἐκπολιορκήσαντας καὶ παραστησαμένους τὴν μὲν πόλιν κατασκάψαι, ἅπαντας δʼ ἀπολέσαι τοὺς ἐν αὐτῇ. καὶ ὁ μὲν ἄγγελος τὰ ὑπὸ τοῦ βασιλέως ἐντεταλμένα κομίζων πρὸς Ἰώαβον ἠπείγετο.
146
ἡ δὲ τοῦ Οὐρία γυνὴ Βεεθσαβὴ τὸν θάνατον τἀνδρὸς πυθομένη ἐπὶ συχνὰς αὐτὸν ἡμέρας ἐπένθησεν, παυσαμένην δὲ τῆς λύπης καὶ τῶν ἐπʼ Οὐρίᾳ δακρύων ὁ βασιλεὺς εὐθὺς ἄγεται γυναῖκα, καὶ παῖς ἄρρην ἐξ αὐτῆς γίνεται αὐτῷ.