Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 7

147 Τοῦτον οὐχ ἡδέως ἐπεῖδεν ὁ θεὸς τὸν γάμον, ἀλλὰ διʼ ὀργῆς ἔχων τὸν Δαυίδην τῷ προφήτῃ Νάθᾳ φανεὶς κατὰ τοὺς ὕπνους ἐμέμφετο τὸν βασιλέα. ὁ δὲ Νάθας ἀστεῖος καὶ συνετὸς ὢν ἀνήρ, λογισάμενος ὡς οἱ βασιλεῖς ὅταν εἰς ὀργὴν ἐμπέσωσι ταύτῃ πλέον ἢ τῷ δικαίῳ νέμουσι, τὰς μὲν παρὰ τοῦ θεοῦ γεγενημένας ἀπειλὰς ἡσυχάζειν ἔκρινεν, ἄλλους δὲ λόγους χρηστοὺς πρὸς αὐτὸν διεξῆλθε,
148 καὶ δὴ τοιοῦτόν τινα τρόπον περὶ οὗ καὶ τί φρονεῖ ποιῆσαι σαφὲς αὐτῷ παρεκάλει· δύο γάρ, ἔφησεν, ἄνδρες τὴν αὐτὴν κατῴκουν πόλιν, ὧν ὁ μὲν πλούσιος ἦν καὶ πολλὰς εἶχεν ἀγέλας ὑποζυγίων τε καὶ θρεμμάτων καὶ βοῶν, τῷ πένητι δʼ ἀμνὰς ὑπῆρχε μία.
149 ταύτην μετὰ τῶν τέκνων αὐτοῦ ἀνέτρεφε συνδιαιρούμενος αὐτῇ τὰ σιτία καὶ φιλοστοργίᾳ πρὸς αὐτὴν χρώμενος ᾗ τις ἂν χρήσαιτο καὶ πρὸς θυγατέρα. ξένου δʼ ἐπελθόντος τῷ πλουσίῳ τῶν μὲν ἰδίων οὐδὲν ἠξίωσεν ἐκεῖνος βοσκημάτων καταθύσας εὐωχῆσαι τὸν φίλον, πέμψας δὲ τὴν ἀμνάδα τοῦ πένητος ἀπέσπασε, καὶ ταύτην παρασκευάσας εἱστίασε τὸν ξένον.
150 σφόδρα ἐλύπησεν ὁ λόγος οὗτος τὸν βασιλέα καὶ πονηρὸν πρὸς τὸν Νάθαν τὸν ἄνθρωπον ἐκεῖνον, ὃς δὴ τοῦτο τὸ ἔργον ἐτόλμησεν, ἀπεφήνατο καὶ τετραπλὴν ἀποτῖσαι τὴν ἀμνάδα δίκαιον εἶναι καὶ πρὸς τούτῳ θανάτῳ κολασθῆναι. Νάθας δʼ ὑποτυχὼν αὐτὸν ἔλεγεν ἐκεῖνον εἶναι τὸν ἄξιον ταῦτα παθεῖν ὑφʼ ἑαυτοῦ κεκριμένον τολμήσαντα μέγα καὶ δεινὸν ἔργον.
151 ἀνεκάλυπτε δʼ αὐτῷ καὶ παρεγύμνου τὴν ὀργὴν τοῦ θεοῦ ποιήσαντος μὲν αὐτὸν βασιλέα πάσης τῆς Ἑβραίων δυνάμεως καὶ τῶν ἐν κύκλῳ πάντων ἐθνῶν πολλῶν καὶ μεγάλων κύριον, ῥυσαμένου δʼ ἔτι πρὸ τούτων ἐκ τῶν Σαούλου χειρῶν, δόντος δʼ αὐτῷ καὶ γυναῖκας ἃς δικαίως καὶ νομίμως ἠγάγετο, καταφρονηθέντος δʼ ὑπʼ αὐτοῦ καὶ ἀσεβηθέντος, ὃς ἀλλοτρίαν τε γήμας ἔχει γυναῖκα καὶ τὸν ἄνδρα αὐτῆς ἀποκτείνειεν ἐκδοὺς τοῖς πολεμίοις·
152 δώσειν οὖν αὐτὸν ἀντὶ τούτων δίκας τῷ θεῷ καὶ βιασθήσεσθαι μὲν αὐτοῦ τὰς γυναῖκας ὑφʼ ἑνὸς τῶν παίδων, ἐπιβουλευθήσεσθαι δὲ καὶ αὐτὸν ὑπʼ ἐκείνου, καὶ τὸ ἁμάρτημα τοῦτο κρύφα δράσαντα φανερὰν τὴν ἐπʼ αὐτῷ δίκην ὑφέξειν· τεθνήξεσθαι δὲ καὶ τὸν παῖδά σοι παραχρῆμα τὸν ἐξ αὐτῆς γεγενημένον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi