Kitap 7
190
διέτριψε μέντοι γε ἐν Ἱεροσολύμοις ἔτη δύο τριῶν μὲν ἀρρένων πατὴρ γενόμενος μιᾶς δὲ θυγατρὸς τὴν μορφὴν ἀρίστης, ἣν ὁ Σολόμωνος υἱὸς Ῥοβόαμος ὕστερον λαμβάνει, καὶ γίνεται παιδίον ἐξ αὐτῆς Ἀβίας ὄνομα.
191
πέμψας δʼ αὐτὸς Ἀψάλωμος πρὸς Ἰώαβον ἐδεῖτʼ αὐτοῦ τελέως καταπραῧναι τὸν πατέρα καὶ δεηθῆναι, ὅπως αὐτῷ συγχωρήσῃ πρὸς αὐτὸν ἐλθόντι θεάσασθαί τε καὶ προσειπεῖν. καταμελήσαντος δὲ Ἰωάβου τῶν ἰδίων τινὰς ἀποστείλας τὴν ὁμοροῦσαν αὐτῷ χώραν ἐπυρπόλησεν. ὁ δὲ τὸ πραχθὲν μαθὼν ἧκε πρὸς τὸν Ἀψάλωμον ἐγκαλῶν τε αὐτῷ καὶ τὴν αἰτίαν πυνθανόμενος.
192
ὁ δέ στρατήγημα τοῦτʼ, εἶπεν, εὗρον ἀγαγεῖν σε πρὸς ἡμᾶς δυνάμενον ἀμελοῦντα τῶν ἐντολῶν, ἃς ἵνα μοι τὸν πατέρα διαλλάξῃς ἐποιούμην. καὶ δὴ δέομαί σου παρόντος ἡμερῶσαί μοι τὸν γεγεννηκότα· ὡς ἔγωγε δεινοτέραν τῆς φυγῆς κρίνω τὴν κάθοδον ἔτι τοῦ πατρὸς ἐν ὀργῇ μένοντος.
193
πεισθεὶς δʼ ὁ Ἰώαβος καὶ τὴν ἀνάγκην αὐτοῦ κατοικτείρας ἐμεσίτευσε πρὸς τὸν βασιλέα καὶ διαλεχθεὶς περὶ τοῦ παιδὸς οὕτως αὐτὸν ἡδέως διατίθησιν, ὡς εὐθέως καλέσαι πρὸς αὑτόν. τοῦ δὲ ῥίψαντος αὑτὸν ἐπὶ τοὔδαφος καὶ συγγνώμην αἰτουμένου τῶν ἡμαρτημένων ἀνίστησί τε καὶ τῶν γεγονότων ἀμνηστίαν ἐπαγγέλλεται.
194
Ὁ δὲ Ἀψάλωμος τοιούτων αὐτῷ τῶν παρὰ τοῦ πατρὸς ἀποβάντων πολλοὺς μὲν ἵππους ἐν ὀλίγῳ πάνυ χρόνῳ πολλὰ δʼ ἅρματα ἐκέκτητο, καὶ ὁπλοφόροι περὶ αὐτὸν ἦσαν πεντήκοντα·
195
καθʼ ἑκάστην δʼ ἡμέραν ὄρθριος πρὸς τὰ βασίλεια παρεγίνετο καὶ τοῖς ἐπὶ τὰς κρίσεις ἥκουσι καὶ ἐλαττουμένοις πρὸς ἡδονὴν ὁμιλῶν, ὡς παρὰ τὸ μὴ συμβούλους ἀγαθοὺς εἶναι τῷ πατρὶ τάχʼ αὐτῷ καὶ ἀδίκως ἐπταικότων τῶν περὶ τὴν κρίσιν, εὔνοιαν αὑτῷ παρὰ πάντων κατεσκεύαζε λέγων, ὡς αὐτὸς ἂν εἰ ταύτην εἶχε τὴν ἐξουσίαν πολλὴν αὐτοῖς ἐβράβευσεν εὐνομίαν.
196
τούτοις δημαγωγῶν τὸ πλῆθος ὡς βεβαίαν ἤδη τὴν παρὰ τῶν ὄχλων εὔνοιαν ἐνόμιζε, μετὰ δὲ τὴν τοῦ πατρὸς αὐτοῦ καταλλαγὴν τεσσάρων ἐτῶν ἤδη διεληλυθότων, ἐδεῖτο προσελθὼν εἰς Γιβρῶνα συγχωρῆσαι πορευθέντι θυσίαν ἀποδοῦναι τῷ θεῷ· φεύγοντα γὰρ αὐτὸν εὔξασθαι. τοῦ δὲ Δαυίδου τὴν ἀξίωσιν ἐφέντος πορεύεται, καὶ πολὺς ἐπισυνέρρευσεν ὄχλος ἐπὶ πολλοὺς αὐτοῦ διαπέμψαντος.