Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 7

204 τοῦτον ὁρῶν τὴν ἐσθῆτα κατερρηγμένον καὶ τὴν κεφαλὴν σποδοῦ πλήρη καὶ θρηνοῦντα τὴν μεταβολὴν παρηγορεῖ καὶ παύσασθαι τῆς λύπης παρακαλεῖ καὶ τέλος ἱκέτευσεν ἀπελθόντα πρὸς Ἀψάλωμον ὡς τὰ ἐκείνου φρονοῦντα τά τε ἀπόρρητα τῆς διανοίας αὐτοῦ κατανοεῖν καὶ ταῖς Ἀχιτοφέλου συμβουλίαις ἀντιπράσσειν· οὐ γὰρ τοσοῦτον ὠφελήσειν αὐτῷ συνερχόμενον, ὅσον παρʼ ἐκείνῳ γενόμενον. καὶ ὁ μὲν πεισθεὶς τῷ Δαυίδῃ, καταλιπὼν αὐτὸν ἧκεν εἰς Ἱεροσόλυμα· ἀφικνεῖται δʼ εἰς αὐτὰ μετʼ οὐ πολὺ καὶ Ἀψάλωμος.
205 Ὀλίγον δὲ τῷ Δαυίδῃ προελθόντι Σιβᾶς ὁ τοῦ Μεμφιβόσθου δοῦλος συνήντησεν, ὃν προνοησόμενον ἀπεστάλκει τῶν κτήσεων ἃς δεδώρητο τῷ Ἰωνάθου τοῦ Σαούλου παιδὸς υἱῷ, μετὰ ζεύγους ὄνων καταπεφορτισμένων τοῖς ἐπιτηδείοις, ἐξ ὧν ἐκέλευσε λαμβάνειν ὧν αὐτός τε καὶ οἱ σὺν αὐτῷ δέοιντο.
206 πυνθανομένου δέ, ποῦ καταλέλοιπε τὸν Μεμφίβοσθον, ἐν Ἱεροσολύμοις ἔλεγε προσδοκῶντα χειροτονηθήσεσθαι βασιλέα διὰ τὴν ὑπάρχουσαν ταραχὴν εἰς μνήμην ὧν εὐηργέτησεν αὐτοὺς Σαοῦλος. ἀγανακτήσας δʼ ἐπὶ τούτῳ πάνθʼ ὅσα τῷ Μεμφιβόσθῳ παρεχώρησε Σιβᾷ χαρίζεται πολὺ γὰρ δικαιότερον αὐτὸν ἐκείνου ταῦτʼ ἔχειν ἐπέγνωκε· καὶ ὁ μὲν Σιβᾶς περιχαρὴς ἦν.
207 Δαυίδῃ δὲ γενομένῳ κατὰ Χώρανον τόπον οὕτως καλούμενον ἐπέρχεται τοῦ Σαούλου συγγενὴς Σαμούις μὲν ὄνομα υἱὸς δὲ Γηρᾶ, καὶ λίθοις τε ἔβαλλεν αὐτὸν καὶ ἐκακηγόρει. περιστάντων δὲ τῶν φίλων καὶ σκεπόντων ἔτι μᾶλλον ὁ Σαμούις βλασφημῶν διετέλει, μιαιφόνον καὶ πολλῶν ἀρχηγὸν κακῶν ἀποκαλῶν.
208 ἐκέλευε δὲ καὶ τῆς γῆς ὡς ἐναγῆ καὶ ἐπάρατον ἐξιέναι, καὶ τῷ θεῷ χάριν ὡμολόγει τῆς βασιλείας αὐτὸν ἀφελομένῳ καὶ διὰ παιδὸς ἰδίου τὴν ὑπὲρ ὧν ἥμαρτεν εἰς τὸν αὑτοῦ δεσπότην δίκην αὐτὸν εἰσπραξαμένῳ. πάντων δʼ ἐπʼ αὐτὸν ἠρεθισμένων ὑπʼ ὀργῆς καὶ μάλιστα Ἀβεσσαίου διαχρήσασθαι βουλομένου τὸν Σαμούιν Δαυίδης αὐτὸν τῆς ὀργῆς ἐπέσχε,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi