Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 7

209 μὴ τοῖς παροῦσι κακοῖς ἑτέραν προσεξεργασώμεθα, φησί, καινοτέραν ἀφορμήν· οὐ γὰρ δὴ τοῦ προσλυσσῶντός μοι τούτου κυνὸς αἰδώς τις ἢ φροντὶς ὑπέρχεται, τῷ θεῷ δὲ εἴκω, διʼ ὃν οὗτος ἐφʼ ἡμᾶς ἀπενοήθη. θαυμαστὸν δʼ οὐδὲν ὑπὸ τούτου με ταῦτα πάσχειν, ὅπου γε καὶ παιδὸς ἀσεβοῦς πεπείραμαι. ἀλλʼ ἔσται τις οἶκτος ἡμῖν ἐκ θεοῦ καὶ κρατήσομεν τῶν ἐχθρῶν τούτου θελήσαντος.
210 ἤνυεν οὖν τὴν ὁδὸν οὐ φροντίζων τοῦ Σαμούι παρὰ τὸ ἕτερον μέρος τοῦ ὄρους διατρέχοντος καὶ πολλὰ κακηγοροῦντος· παραγενόμενος δʼ ἐπὶ τὸν Ἰόρδανον ἀνελάμβανε τοὺς ἰδίους ἐνταῦθα κεκοπωμένους.
211 Ἀψαλώμου δὲ καὶ Ἀχιτοφέλου τοῦ συμβούλου παραγενομένων εἰς Ἱεροσόλυμα σὺν ἅπαντι τῷ λαῷ, καὶ ὁ Δαυίδου φίλος ἧκε πρὸς αὐτοὺς καὶ προσκυνήσας αὐτὸν συνηύχετο τὴν βασιλείαν εἰς αἰῶνα καὶ τὸν πάντα παραμεῖναι χρόνον. φήσαντος δʼ ἐκείνου πρὸς αὐτόν, τί δήποτε φίλος ἐν τοῖς μάλιστα τοῦ πατρὸς αὐτοῦ γεγενημένος καὶ πρὸς ἅπαντα πιστὸς εἶναι δόξας οὐ σὺν αὐτῷ νῦν ἐστιν, ἀλλὰ καταλιπὼν ἐκεῖνον μεταβαίη πρὸς αὐτόν, δεξιῶς ἀποκρίνεται καὶ σωφρόνως·
212 εἶπε γὰρ ἕπεσθαι δεῖν αὐτὸν τῷ θεῷ καὶ τῷ παντὶ πλήθει. τούτων οὖν μετὰ σοῦ, ὦ δέσποτα, γεγενημένων εἰκότως ἕπομαι κἀγώ· τὴν γὰρ βασιλείαν ἔλαβες παρὰ τοῦ θεοῦ. τὴν αὐτὴν μέντοι γε πίστιν καὶ εὔνοιαν ἐνδείξομαι πιστευόμενος εἶναι φίλος, ἣν οἶσθά με τῷ πατρί σου παρεσχημένον. ἀγανακτεῖν δʼ οὐδὲν προσῆκε τοῖς παροῦσιν· οὐ γὰρ εἰς ἄλλην οἰκίαν ἡ βασιλεία μεταβέβηκε, μεμένηκε δʼ ἐπὶ τῆς αὐτῆς υἱοῦ παραλαβόντος.
213 ταῦτα λέγων ἔπειθεν· ὕποπτον γὰρ αὐτὸν εἶχε. καὶ καλέσας τὸν Ἀχιτόφελον συνεβουλεύετο αὐτῷ τί δεῖ ποιεῖν· ὁ δὲ παρῄνεσε ταῖς τοῦ πατρὸς αὐτὸν παλλακαῖς συνελθεῖν· ἐκ τούτου γὰρ εἴσεσθαι τὸν λαὸν ἔλεγε πιστεύσαντα, ὡς ἀδιάλλακτά σοι τὰ πρὸς αὐτόν ἐστι, καὶ μετὰ πολλῆς συστρατεύσεσθαι προθυμίας ἐπὶ τὸν πατέρα· μέχρι δεῦρο γὰρ φανερὰν ἔχθραν ἀναλαμβάνειν δεδιέναι προσδοκῶντας ὑμᾶς ὁμονοήσειν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi