Kitap 7
15
ἐπιστραφέντος δὲ τοῦ Ἀβεννήρου καὶ κατασοφίζεσθαι τὴν ὁρμὴν αὐτοῦ πειρωμένου καὶ ποτὲ μὲν εἰπόντος ἑνὸς τῶν αὐτοῦ στρατιωτῶν ἀφέμενος τῆς διώξεως ἀφελέσθαι τὴν πανοπλίαν, πάλιν δʼ ὡς οὐκ ἔπειθε τοῦτο ποιεῖν κατασχεῖν αὑτὸν καὶ μὴ διώκειν παραινοῦντος, μὴ κτείνας αὐτὸν ἀπολέσῃ τὴν πρὸς τὸν ἀδελφὸν αὐτοῦ παρρησίαν, οὐ προσιέμενον δὲ τοὺς λόγους, ἀλλʼ ἐπιμείναντα τὴν δίωξιν φεύγων ὡς εἶχε τὸ δόρυ πλήξας εἰς τοὐπίσω καιρίως παραχρῆμʼ ἀπέκτεινεν.
16
οἱ δὲ μετʼ αὐτοῦ διώκοντες τὸν Ἀβεννῆρον ὡς ἦλθον ἐπὶ τὸν τόπον, οὗ κεῖσθαι συνέβαινε τὸν Ἀσάηλον, περιστάντες τὸν νεκρὸν οὐκέτι τοὺς πολεμίους ἐδίωκον· ὁ δὲ Ἰώαβος αὐτὸς καὶ ὁ ἀδελφὸς αὐτοῦ Ἀβεσσαῖος παραδραμόντες τὸ πτῶμα καὶ τῆς πλείονος ἐπὶ τὸν Ἀβεννῆρον σπουδῆς αἰτίαν τὴν ὑπὲρ τοῦ τετελευτηκότος ὀργὴν λαβόντες, ἀπίστῳ τάχει καὶ προθυμίᾳ χρώμενοι μέχρι τόπου τινός, Ὄμματον καλοῦσιν, ἐδίωξαν τὸν Ἀβεννῆρον ἤδη περὶ δυσμὰς ὄντος ἡλίου.
17
ἀναβὰς δʼ ἐπί τινα βουνόν, ὅς ἐστιν ἐν ἐκείνῳ τῷ τόπῳ μετὰ τῆς Βενιαμίτιδος φυλῆς, αὐτούς τε κατεσκέπτετο καὶ τὸν Ἀβεννῆρον. τούτου δὲ ἀνακεκραγότος καὶ φήσαντος, μὴ δεῖν ἄνδρας ὁμοφύλους εἰς ἔριδα καὶ μάχην παροξύνειν, ἁμαρτεῖν δὲ καὶ τὸν ἀδελφὸν αὐτοῦ Ἀσάηλον, ὃς παραινοῦντος μὴ διώκειν οὐκ ἐπείσθη καὶ διὰ τοῦτο βληθεὶς ἀπέθανε, συμφρονήσας καὶ παράκλησιν ἡγησάμενος τούτους τοὺς λόγους ὁ Ἰώαβος ἀνακαλεῖ τῇ σάλπιγγι σημάνας τοὺς στρατιώτας καὶ τῆς ἐπὶ πολὺ διώξεως ἐπισχών.
18
καὶ οὗτος μὲν ἐπʼ ἐκείνου καταστρατοπεδεύεται τοῦ τόπου τὴν νύκτα ταύτην, Ἀβεννῆρος δὲ διʼ ὅλης αὐτῆς ὁδεύσας καὶ περαιωσάμενος τὸν Ἰόρδανον ποταμὸν ἀφικνεῖται πρὸς τὸν τοῦ Σαούλου παῖδα εἰς τὰς Παρεμβολὰς Ἰέβωσθον. τῇ δʼ ἐχομένῃ τοὺς νεκροὺς ὁ Ἰώαβος ἐξαριθμήσας ἅπαντας ἐκήδευσεν.
19
ἔπεσον δὲ τῶν μὲν Ἀβεννήρου στρατιωτῶν ὡς τριακόσιοι καὶ ἑξήκοντα, τῶν δὲ Δαυίδου δέκα πρὸς τοῖς ἐννέα καὶ Ἀσάηλος, οὗ τὸ σῶμα κομίσαντες ἐκεῖθεν Ἰώαβος καὶ Ἀβεσσαῖος εἰς Βηθλεέμην καὶ θάψαντες ἐν τῷ πατρῴῳ μνήματι πρὸς Δαυίδην εἰς Γιβρῶνα παρεγένοντο.