Kitap 7
267
Ἀπήντησε δʼ αὐτῷ καὶ ὁ Σαούλου υἱωνὸς Μεμφίβοσθος ῥυπαράν τε τὴν ἐσθῆτα περικείμενος καὶ τὴν κόμην βαθεῖαν καὶ κατημελημένην ἔχων· μετὰ γὰρ τὴν Δαυίδου φυγὴν οὔτε ἀπεκείρατο λυπούμενος οὔτʼ ἐκάθηρε τὴν ἐσθῆτα κατακρίνας αὑτοῦ συμφορὰν ταύτην ἐπὶ τῇ τοῦ βασιλέως μεταβολῇ· διεβέβλητο δὲ καὶ ὑπὸ τοῦ ἐπιτρόπου Σιβᾶ πρὸς αὐτὸν ἀδίκως.
268
ἀσπασαμένου δὲ αὐτοῦ καὶ προσκυνήσαντος ἤρξατο πυνθάνεσθαι, τί δήποτʼ οὐ συνεξῆλθεν αὐτῷ καὶ κοινωνὸς ἦν τῆς φυγῆς; ὁ δʼ ἀδίκημα τοῦτʼ ἔλεγεν εἶναι Σιβᾶ· κελευσθεὶς γὰρ παρασκευάσαι τὰ πρὸς τὴν ἔξοδον οὐκ ἐφρόντισεν, ἀλλʼ ὥσπερ ἀνδραπόδου τινὸς οὕτως παρήκουσεν.
269
εἰ μέντοι γε τὰς βάσεις εἶχον ἐρρωμένας, οὐκ ἂν ἀπελείφθην σου χρῆσθαι πρὸς τὴν φυγὴν ταύταις δυνάμενος. οὐ τοῦτο δὲ μόνον ἠδίκησέ μου τὴν πρὸς σέ, δέσποτα, εὐσέβειαν, ἀλλὰ καὶ προσδιέβαλε καὶ κατεψεύσατο κακουργῶν. ἀλλʼ οἶδα γάρ, ὅτι τούτων οὐδὲν ἡ σὴ διάνοια προσίεται δικαία τε οὖσα καὶ τὴν ἀλήθειαν ἐνισχύειν βουλομένη καὶ τὸ θεῖον ἀγαπῶσα·
270
μείζονα γὰρ κινδυνεύσας παθεῖν ὑπὸ τοῦ πάππου τοὐμοῦ καὶ τῆς ὅλης ἡμῶν γενεᾶς ὀφειλούσης εἰς ἐκεῖνα ἀπολωλέναι, σύ τε μέτριος καὶ χρηστὸς ἐγένου τότε μάλιστα πάντων ἐκείνων λήθην ποιησάμενος, ὅτʼ ἐξουσίαν τῆς ὑπὲρ αὐτῶν τιμωρίας εἶχεν ἡ μνήμη. φίλον δὲ σὸν ἔκρινας ἐμὲ καὶ ἐπὶ τῆς τραπέζης εἶχες ὁσημέραι, καὶ οὐδὲν ἀπέλειπον τῶν συγγενῶν τοῦ μάλιστα τιμωμένου.
271
ταῦτʼ εἰπόντος οὔτε τὸν Μεμφίβοσθον ἔγνω κολάζειν οὔθʼ ὡς καταψευσαμένου τοῦ Σιβᾶ πρὸς αὐτὸν καταδικάζειν, ἀλλʼ ὑπὲρ μὲν τοῦ μὴ μετὰ Σιβᾶ ἐλθεῖν ἐκείνῳ πάντα χαρίσασθαι φήσας αὐτῷ συγγινώσκειν ὑπέσχετο τὰ ἡμίση τῆς οὐσίας αὐτῷ κελεύσας ἀποδοθῆναι. ὁ δὲ Μεμφίβοσθος πάντʼ ἐχέτω μέν, εἶπε, Σιβάς, ἐμοὶ δʼ ἀπόχρη τὸ σὲ τὴν βασιλείαν ἀπολαβεῖν.
272
Βεέρζελον δὲ τὸν Γαλαδίτην ἄνδρα μέγαν καὶ καλὸν καὶ πολλὰ παρεσχημένον ἐν ταῖς Παρεμβολαῖς αὐτῷ Δαυίδης προπέμψαντα μέχρι τοῦ Ἰορδάνου παρεκάλει συνελθεῖν ἕως τῶν Ἱεροσολύμων· γηρωκομήσειν γὰρ αὐτὸν ἐν πάσῃ τιμῇ καὶ ὡς πατρὸς ἐπιμεληθήσεσθαι καὶ προνοήσειν ἐπηγγέλλετο.