Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 7

20 ἤρξατο μὲν οὖν ἐξ ἐκείνου τοῦ χρόνου τοῖς Ἑβραίοις ἐμφύλιος πόλεμος καὶ διέμεινεν ἄχρι πολλοῦ, τῶν μὲν μετὰ Δαυίδου κρειττόνων ἀεὶ γινομένων καὶ πλεῖον ἐν τοῖς κινδύνοις φερομένων, τοῦ δὲ Σαούλου παιδὸς καὶ τῶν ὑπηκόων αὐτοῦ κατὰ πᾶσαν σχεδὸν ἡμέραν ἐλαττουμένων.
21 Ἐγένοντο δὲ κατὰ τοῦτον τὸν καιρὸν καὶ παῖδες Δαυίδῃ τὸν ἀριθμὸν ἓξ ἐκ γυναικῶν τοσούτων, ὧν ὁ μὲν πρεσβύτατος ἐκ μητρὸς Ἀχίνας γενόμενος Ἀμνὼν ἐκλήθη, ὁ δὲ δεύτερος ἐκ γυναικὸς Ἀβιγαίας Δανίηλος, τῷ τρίτῳ δʼ ἐκ τῆς Θολομαίου θυγατρὸς Μαχάμης φύντι τοῦ Γεσσιρῶν βασιλέως Ἀψάλωμος ὄνομα, τὸν δὲ τέταρτον Ἀδωνίαν ἐκ γυναικὸς Ἀήθης προσηγόρευσε, τὸν πέμπτον δὲ Σαφατίαν τῆς Ἀβιτάλης καὶ τὸν ἕκτον Γεθερσὰν τῆς Γαλαὰδ ἐπωνόμασε.
22 τοῦ δʼ ἐμφυλίου πολέμου συνεστῶτος καὶ συμπιπτόντων εἰς ἔργα καὶ μάχην πυκνῶς μεθʼ ἑκατέρου τῶν βασιλέων, Ἀβεννῆρος ὁ τοῦ Σαούλου παιδὸς ἀρχιστράτηγος συνετὸς ὢν καὶ σφόδρα εὔνουν ἔχων τὸ πλῆθος πάντας συμμεῖναι τῷ Ἰεβόσθῳ παρεσκεύασε· καὶ διέμειναν ἱκανὸν χρόνον τὰ ἐκείνου φρονοῦντες.
23 ὕστερον δʼ ἐν ἐγκλήματι γενόμενος Ἀβεννῆρος καὶ λαβὼν αἰτίαν ὡς συνέλθοι τῇ Σαούλου παλλακῇ Ῥαισφᾶ μὲν τοὔνομα Σιβάτου δὲ θυγατρί, καὶ καταμεμφθεὶς ὑπὸ Ἰεβώσθου περιαλγήσας καὶ θυμωθείς, ὡς οὐ δικαίων τῶν παρʼ αὐτοῦ τυγχάνοι πάσῃ προνοίᾳ περὶ αὐτὸν χρώμενος, ἠπείλησε μὲν τὴν βασιλείαν εἰς Δαυίδην περιστήσειν, ἐπιδείξειν δὲ ὡς οὐχὶ διὰ τὴν ἰδίαν ῥώμην καὶ σύνεσιν ἄρχοι τῶν πέραν Ἰορδάνου, διὰ δὲ τὴν αὐτοῦ στρατηγίαν τε καὶ πίστιν.
24 καὶ πέμψας εἰς Γιβρῶνα παρὰ Δαυίδην λαβεῖν ὅρκους τε καὶ πίστεις ἠξίου, ἦ μὴν ἕξειν αὐτὸν ἑταῖρον καὶ φίλον ἀναπείσαντα τὸν λαὸν τοῦ Σαούλου μὲν ἀποστῆναι παιδός, αὐτὸν δὲ ἀποδείξαντα πάσης τῆς χώρας βασιλέα.
25 τοῦ δὲ Δαυίδου ποιησαμένου τὰς ὁμολογίας, ἥσθη γὰρ ἐφʼ οἷς Ἀβεννῆρος διεπρεσβεύσατο πρὸς αὐτόν, καὶ πρῶτον τεκμήριον παρασχεῖν τῶν συνθηκῶν ἀξιώσαντος ἀνασώσαντα πρὸς αὐτὸν Μελχάλην τὴν γυναῖκα μεγάλοις ὠνηθεῖσαν ὑπʼ αὐτοῦ κινδύνοις καὶ Παλαιστίνων κεφαλαῖς ἑξακοσίαις, ἃς ὑπὲρ αὐτῆς ἐκόμισε τῷ πατρὶ Σαούλῳ,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi