Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 7

304 ἐκ τῆς οὖν πεμφθείσης ἐπʼ αὐτοὺς ὑπὸ Δαυίδου στρατιᾶς τούτῳ μονομαχήσας Ἰωνάθης ὁ Σουμᾶ υἱὸς ἀνεῖλέ τε αὐτὸν καὶ τῆς ὅλης νίκης ῥοπὴ γενόμενος δόξαν ἀριστείας ἀπηνέγκατο· καὶ γὰρ οὗτος ὁ Παλαιστῖνος ηὔχει τῶν Γιγάντων ἀπόγονος εἶναι. μετὰ δὲ ταύτην τὴν μάχην οὐκέτι τοῖς Ἰσραηλίταις ἐπολέμησαν.
305 Ἀπηλλαγμένος δʼ ἤδη πολέμων ὁ Δαυίδης καὶ κινδύνων καὶ βαθείας ἀπολαύων τὸ λοιπὸν εἰρήνης ᾠδὰς εἰς τὸν θεὸν καὶ ὕμνους συνετάξατο μέτρου ποικίλου· τοὺς μὲν γὰρ τριμέτρους, τοὺς δὲ πενταμέτρους ἐποίησεν. ὄργανά τε κατασκευάσας ἐδίδαξε πρὸς αὐτὰ τοὺς Ληουίτας ὑμνεῖν τὸν θεὸν κατά τε τὴν τῶν καλουμένων σαββάτων ἡμέραν καὶ κατὰ τὰς ἄλλας ἑορτάς.
306 ἡ δὲ τῶν ὀργάνων ἐστὶν ἰδέα τοιαύτη τις τὸν τρόπον· ἡ μὲν κινύρα δέκα χορδαῖς ἐξημμένη τύπτεται πλήκτρῳ, ἡ δὲ νάβλα δώδεκα φθόγγους ἔχουσα τοῖς δακτύλοις κρούεται, κύμβαλά τε ἦν πλατέα καὶ μεγάλα χάλκεα. καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον ἡμῖν, ὥστε μὴ τελέως ἀγνοεῖν τὴν τῶν προειρημένων ὀργάνων φύσιν, ἀρκείσθω λελέχθαι.
307 Τῷ δὲ βασιλεῖ πάντες ἦσαν οἱ περὶ αὐτὸν ἀνδρεῖοι· τούτων δʼ οἱ διασημότατοι καὶ λαμπροὶ τὰς πράξεις ὀκτὼ καὶ τριάκοντα, ὧν πέντε μόνων διηγήσομαι τὰ ἔργα· φανερὰς γὰρ καὶ τὰς τῶν ἄλλων ἀρετὰς ἀρκέσουσιν οὗτοι ποιῆσαι· δυνατοὶ γὰρ ἦσαν οὗτοι καὶ χώραν ὑπάγεσθαι καὶ μεγάλων ἐθνῶν κρατῆσαι.
308 πρῶτος μὲν οὖν Ἴσεβος υἱὸς Ἀχεμαίου, ὃς πολλάκις εἰς τὴν παράταξιν ἐμπηδῶν τῶν πολεμίων οὐ πρὶν ἀνεπαύετο μαχόμενος πρὶν ἐνακοσίους αὐτῶν καταβαλεῖν. μετʼ αὐτὸν ἦν Ἐλεάζαρος υἱὸς Δωδείου, ὃς ἦν μετὰ τοῦ βασιλέως ἐν Ἐρασαμῷ·
309 οὗτός ποτε τῶν Ἰσραηλιτῶν καταπλαγέντων τὸ πλῆθος τῶν Παλαιστίνων καὶ φευγόντων μόνος ἔμεινε καὶ συμπεσὼν τοῖς πολεμίοις ἀπέκτεινεν αὐτῶν πολλούς, ὡς ὑπὸ τοῦ αἵματος προσκολληθῆναι τὴν ῥομφαίαν αὐτοῦ τῇ δεξιᾷ καὶ τοὺς Ἰσραηλίτας ἰδόντας τετραμμένους ὑπʼ αὐτοῦ τοὺς Παλαιστίνους καταβάντας διώκειν καὶ θαυμαστὴν καὶ διαβόητον τότε νίκην ἄρασθαι, τοῦ μὲν Ἐλεαζάρου κτείνοντος ἑπομένου δὲ τοῦ πλήθους καὶ σκυλεύοντος τοὺς ἀνῃρημένους.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi