Kitap 7
310
τρίτος δὲ ἦν Ἠλοῦ μὲν υἱὸς Σαβαίας δὲ ὄνομα. καὶ οὗτος ἐν τοῖς πρὸς Παλαιστίνους ἀγῶσιν εἰς τόπον Σιαγόνα λεγόμενον αὐτῶν παραταξαμένων, ὡς οἱ Ἑβραῖοι πάλιν τὴν δύναμιν φοβηθέντες οὐχ ὑπέμειναν, ὑπέστη μόνος ὡς στράτευμα καὶ τάξις, καὶ τοὺς μὲν αὐτῶν κατέβαλε τοὺς δʼ οὐ καρτερήσαντας αὐτοῦ τὴν ἰσχὺν καὶ τὴν βίαν ἀλλʼ εἰς φυγὴν ἀποστραφέντας ἐδίωκε.
311
ταῦτα μὲν ἔργα χειρῶν καὶ μάχης οἱ τρεῖς ἐπεδείξαντο. καθʼ ὃν δὲ καιρὸν ἐν Ἱεροσολύμοις ὄντος τοῦ βασιλέως ἐπῆλθεν ἡ τῶν Παλαιστίνων δύναμις πολεμῆσαι, Δαυίδης μὲν ἐπὶ τὴν ἀκρόπολιν ἀνῆλθεν, ὡς προειρήκαμεν, πευσόμενος τοῦ θεοῦ περὶ τοῦ πολέμου,
312
τῆς δὲ τῶν ἐχθρῶν παρεμβολῆς ἐν τῇ κοιλάδι κειμένης, ἣ μέχρι Βηθλεέμης πόλεως διατείνει σταδίους Ἱεροσολύμων ἀπεχούσης εἴκοσιν, ὁ Δαυίδης τοῖς ἑταίροις καλὸν ὕδωρ , εἶπεν, ἔχομεν ἐν τῇ πατρίδι μου· καὶ μάλιστα τὸ ἐν τῷ λάκκῳ τῷ πρὸς τῇ πύλῃ θαυμάζων, εἴ τις ἐξ αὐτοῦ πιεῖν αὐτῷ κομίσειε μᾶλλον ἐθελήσειν ἢ εἰ πολλὰ χρήματα διδοῖ.
313
ταῦτʼ ἀκούσαντες οἱ τρεῖς ἄνδρες οὗτοι παραχρῆμα ἐκδραμόντες καὶ διὰ μέσου τοῦ τῶν πολεμίων ὁρμήσαντες στρατοπέδου ἧκον εἰς Βηθλεέμην, καὶ τοῦ ὕδατος ἀρυσάμενοι πάλιν διὰ τῆς παρεμβολῆς ὑπέστρεψαν πρὸς τὸν βασιλέα, ὡς τοὺς Παλαιστίνους καταπλαγέντας αὐτῶν τὸ θράσος καὶ τὴν εὐψυχίαν ἠρεμῆσαι καὶ μηδὲν ἐπʼ αὐτοὺς τολμῆσαι καταφρονήσαντας τῆς ὀλιγότητος.
314
κομισθέντος δὲ τοῦ ὕδατος οὐκ ἔπιεν ὁ βασιλεὺς κινδύνῳ καὶ αἵματι φήσας ἀνθρώπων αὐτὸ κεκομίσθαι καὶ διὰ τοῦτο μὴ προσήκειν αὐτῷ πιεῖν, ἔσπεισε δὲ ἀπʼ αὐτοῦ τῷ θεῷ καὶ περὶ τῆς σωτηρίας τῶν ἀνδρῶν εὐχαρίστησεν αὐτῷ. μετὰ τούτους ἦν ὁ Ἰωάβου ἀδελφὸς Ἀβεσσαῖος·
315
καὶ γὰρ οὗτος μιᾷ ἡμέρᾳ τῶν πολεμίων ἑξακοσίους ἀπέκτεινε. πέμπτος Ναβαῖος ὁ ἱερεὺς τῷ γένει· προκληθεὶς γὰρ ὑπʼ ἀδελφῶν διασήμων ἐν τῇ Μωαβίτιδι χώρᾳ κατʼ ἀρετὴν ἐκράτησεν αὐτῶν. καὶ πάλιν αὐτὸν ἀνδρὸς Αἰγυπτίου τὸ γένος θαυμαστοῦ τὸ μέγεθος προκαλεσαμένου, γυμνὸς ὡπλισμένον τῷ δόρατι τῷ ἐκείνου βαλὼν ἀπέκτεινε· περιελόμενος γὰρ αὐτοῦ τὸν ἄκοντα καὶ ζῶντα ἔτι καὶ μαχόμενον σκυλεύσας τοῖς ἰδίοις αὐτὸν ὅπλοις διεχρήσατο.