Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 7

334 ὁρῶν δʼ ὁ βασιλεὺς Δαυίδης τῆς εὐχῆς αὐτοῦ τὸν θεὸν ἐπήκοον γεγενημένον καὶ τὴν θυσίαν ἡδέως προσδεξάμενον ἔκρινε τὸν τόπον ἐκεῖνον ὅλον βωμὸν προσαγορεῦσαι τοῦ λαοῦ παντὸς καὶ οἰκοδομῆσαι ναὸν τῷ θεῷ. καὶ ταύτην εὐστόχως ἀφῆκεν εἰς τὸ γενησόμενον τὴν φωνήν· ὁ γὰρ θεὸς τὸν προφήτην ἀποστείλας πρὸς αὐτὸν ἐκεῖ ναὸν ἔλεγεν οἰκοδομήσειν αὐτοῦ τὸν υἱὸν τὸν μέλλοντα μετʼ αὐτὸν τὴν βασιλείαν διαδέχεσθαι.
335 Μετὰ δὴ ταύτην τὴν προφητείαν ἐκέλευσεν ὁ βασιλεὺς τοὺς παροίκους ἐξαριθμηθῆναι καὶ εὑρέθησαν εἰς ὀκτὼ μυριάδας καὶ δέκα. ἐκ τούτων ἀπέδειξε λατόμους μὲν τοὺς ὀκτακισμυρίους, τὸ δʼ ἄλλο πλῆθος παραφέρειν τοὺς λίθους, τρισχιλίους δὲ καὶ πεντακοσίους τοῖς ἐργαζομένοις ἐξ αὐτῶν ἐπέστησεν. ἡτοίμασε δὲ καὶ πολὺν σίδηρον καὶ χαλκὸν εἰς τὰ ἔργα καὶ ξύλα κέδρινα πολλὰ καὶ παμμεγεθέστατα, Τυρίων αὐτῷ ταῦτα πεμπόντων καὶ Σιδωνίων· ἐπεστάλκει γὰρ αὐτοῖς τὴν τῶν ξύλων χορηγίαν.
336 πρός τε τοὺς φίλους ἔλεγε ταῦτα παρασκευάζεσθαι νῦν, ἵνα τῷ μέλλοντι παιδὶ βασιλεύειν μετʼ αὐτὸν ἑτοίμην τὴν ὕλην τῆς οἰκοδομίας καταλείπῃ καὶ μὴ τότε συμπορίζῃ νέος ὢν καὶ τῶν τοιούτων ἄπειρος διὰ τὴν ἡλικίαν, ἀλλʼ ἔχων παρακειμένην ἐπιτελῇ τὸ ἔργον.
337 Καλέσας δὲ τὸν παῖδα Σολόμωνα κατασκευάσαι τῷ θεῷ ναὸν αὐτὸν ἐκέλευε διαδεξάμενον τὴν βασιλείαν λέγων, ὡς αὐτὸν βουλόμενον κωλύσειεν ὁ θεὸς αἵματι καὶ πολέμοις πεφυραμένον, προείποι δʼ ὅτι Σολόμων οἰκοδομήσει αὐτῷ παῖς νεώτατος καὶ τοῦτο κληθησόμενος τοὔνομα, οὗ προνοήσειν μὲν αὐτὸς ὡς πατὴρ ἐπηγγέλλετο, τὴν δʼ Ἑβραίων χώραν εὐδαίμονα καταστήσειν ἐπʼ αὐτοῦ τοῖς τε ἄλλοις ἀγαθοῖς καὶ δὴ καὶ τῷ μεγίστῳ πάντων εἰρήνῃ καὶ πολέμων ἀπαλλαγῇ καὶ στάσεων ἐμφυλίων.
338 σὺ τοίνυν ἐπεὶ καὶ πρὸ τῆς γενέσεως ἀπεδείχθης βασιλεὺς ὑπὸ τοῦ θεοῦ πειρῶ τά τε ἄλλα γίνεσθαι τῆς τούτου προνοίας ἄξιος εὐσεβὴς ὢν καὶ δίκαιος καὶ ἀνδρεῖος, καὶ τὰς ἐντολὰς αὐτοῦ καὶ τοὺς νόμους οὓς διὰ Μωυσέος ἔδωκεν ἡμῖν φύλαττε καὶ τοῖς ἄλλοις μὴ παραβαίνειν ἐπίτρεπε.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi