Kitap 7
383
Μετʼ ὀλίγον δὲ χρόνον ὁ Δαυίδης καταπεσὼν εἰς νόσον ὑπὸ γήρως καὶ συνειδὼς ὅτι μέλλει τελευτᾶν καλέσας τὸν υἱὸν Σολόμωνα διελέχθη πρὸς αὐτὸν τοιάδε· ἐγὼ μέν, ὦ τέκνον, εἰς τὸ χρεὼν ἤδη καὶ πατέρας τοὺς ἐμοὺς ἀπαλλάσσομαι κοινὴν ὁδὸν ἁπάντων τῶν τε νῦν ὄντων καὶ τῶν ἐσομένων πορευόμενος, ἐξ ἧς οὐκέτι οἷόν τε ἐπανελθόντα γνῶναι, τί κατὰ τὸν βίον πράττεται.
384
διὸ ζῶν ἔτι καὶ πρὸς αὐτῷ γεγονὼς τῷ τελευτᾶν παραινῶ σοι ταῦθʼ ἃ καὶ πρότερον ἔφθην συμβουλεύσας, δικαίῳ μὲν εἶναι πρὸς τοὺς ἀρχομένους, εὐσεβεῖ δὲ πρὸς τὸν τὴν βασιλείαν δεδωκότα θεόν, φυλάττειν δʼ αὐτοῦ τὰς ἐντολὰς καὶ τοὺς νόμους, οὓς αὐτὸς διὰ Μωυσέος κατέπεμψεν ἡμῖν, καὶ μήτε χάριτι μήτε θωπείᾳ μήτʼ ἐπιθυμίᾳ μήτε ἄλλῳ πάθει προστιθέμενον τούτων ἀμελῆσαι·
385
τὴν γὰρ τοῦ θείου πρὸς σαυτὸν εὔνοιαν ἀπολεῖς παραβάς τι τῶν νομίμων καὶ πρὸς ἅπαντʼ αὐτοῦ τὴν ἀγαθὴν ἀποστρέψεις πρόνοιαν· τοιοῦτον δὲ σεαυτὸν παρέχων, ὁποῖον εἶναί τε δεῖ κἀγὼ δὲ παρακαλῶ, καθέξεις ἡμῶν τὴν βασιλείαν τῷ γένει καὶ οἶκος ἄλλος Ἑβραίων οὐκ ἂν δεσπόσειεν, ἀλλʼ ἡμεῖς αὐτοὶ διὰ τοῦ παντὸς αἰῶνος.
386
μέμνησο δὲ καὶ τῆς Ἰωάβου τοῦ στρατηγοῦ παρανομίας ἀποκτείναντος διὰ ζηλοτυπίαν δύο στρατηγοὺς δικαίους καὶ ἀγαθούς, Ἀβεννῆρόν τε τὸν Νήρου παῖδα καὶ τὸν Ἀμασὰν υἱὸν Ἰέθρα· ὧν ὅπως ἄν σοι δόξῃ τὸν θάνατον ἐκδίκησον, ἐπεὶ καὶ κρείττων ἐμοῦ καὶ δυνατώτερος ὁ Ἰώαβος ὢν μέχρι νῦν τὴν δίκην διέφυγε.
387
παρατίθεμαι δέ σοι καὶ τοὺς Βερζέλου τοῦ Γαλαδίτου παῖδας, οὓς ἐν τιμῇ πάσῃ καὶ προνοίᾳ τοῦτʼ ἐμοὶ χαριζόμενος ἕξεις· οὐ προκατάρχομεν γὰρ εὐποιίας, ἀλλʼ ἀμοιβὴν ὧν ὁ πατὴρ αὐτῶν παρὰ τὴν φυγὴν ὑπῆρξέ μοι χρεολυτοῦμεν.
388
καὶ τὸν Γήρα δὲ υἱὸν Σουμούιν τὸν ἐκ τῆς Βενιαμίτιδος φυλῆς, ὃς πολλὰ βλασφημήσας με παρὰ τὴν φυγήν, ὅτʼ εἰς Παρεμβολὰς ἐπορευόμην, ἀπήντησεν ἐπὶ τὸν Ἰόρδανον καὶ πίστεις ἔλαβεν ὡς μηδὲν αὐτὸν παθεῖν τότε, νῦν ἐπιζητήσας αἰτίαν εὔλογον ἄμυνε.