Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 8

84 τὰς δὲ γωνίας ἄνωθεν συνέκλειον ὦμοι χειρῶν ἀνατεταμένων, οἷς ἐπεκάθητο σπεῖρα κατὰ κοῖλον ἐπικειμένη τὸν λουτῆρα ταῖς χερσὶν ἐπαναπαυόμενον ἀετοῦ καὶ λέοντος αὐτοῖς ἐφηρμοσμένων, ὡς σύμφυτα ταῦτʼ εἶναι δοκεῖν τοῖς ὁρῶσι. μεταξὺ δὲ τούτων φοίνικες ἦσαν τετορευμένοι. τοιαύτη μὲν ἡ κατασκευὴ τῶν δέκα βάσεων ὑπῆρχε.
85 προσεξείργαστο δὲ καὶ χυτρογαύλους δέκα λουτῆρας στρογγύλους χαλκοῦς, ὧν ἕκαστος ἐχώρει τεσσαράκοντα χόας· τὸ γὰρ ὕψος εἶχε τεσσάρων πηχῶν καὶ τοσούτοις ἀλλήλων αὐτοῖς διειστήκει τὰ χείλη. τίθησι δὲ τοὺς λουτῆρας τούτους ἐπὶ τῶν δέκα βάσεων τῶν κληθεισῶν Μεχενώθ.
86 πέντε δὲ λουτῆρας ἵστησιν ἐξ ἀριστεροῦ μέρους τοῦ ναοῦ, τέτραπτο δὲ τοῦτο κατὰ βορέαν ἄνεμον, καὶ τοσούτους ἐκ τοῦ δεξιοῦ πρὸς νότον ἀφορῶντας εἰς τὴν ἀνατολήν· κατὰ δʼ αὐτὸ καὶ τὴν θάλασσαν ἔθηκε.
87 πληρώσας δὲ ὕδατος τὴν μὲν θάλασσαν ἀπέδειξεν εἰς τὸ νίπτειν τοὺς εἰς τὸν ναὸν εἰσιόντας ἱερεῖς ἐν αὐτῇ τὰς χεῖρας καὶ τοὺς πόδας μέλλοντας ἀναβαίνειν ἐπὶ τὸν βωμόν, τοὺς δὲ λουτῆρας εἰς τὸ καθαίρειν τὰ ἐντὸς τῶν ὁλοκαυτουμένων ζῴων καὶ τοὺς πόδας αὐτῶν.
88 Κατεσκεύασε δὲ καὶ θυσιαστήριον χάλκεον εἴκοσι πηχῶν τὸ μῆκος καὶ τοσούτων τὸ εὖρος τὸ δὲ ὕψος δέκα πρὸς τὰς ὁλοκαυτώσεις. ἐποίησε δὲ αὐτοῦ καὶ τὰ σκεύη πάντα χάλκεα ποδιστῆρας καὶ ἀναλημπτῆρας· οὐ μὴν ἀλλὰ πρὸς τούτοις Χείρωμος καὶ λέβητας καὶ ἅρπαγας καὶ πᾶν σκεῦος ἐδημιούργησεν ἐκ χαλκοῦ τὴν αὐγὴν ὁμοίου χρυσῷ καὶ τὸ κάλλος·
89 τραπεζῶν τε πλῆθος ἀνέθηκεν ὁ βασιλεύς, καὶ μίαν μὲν μεγάλην χρυσέαν, ἐφʼ ἧς ἐτίθεσαν τοὺς ἄρτους τοῦ θεοῦ, καὶ ταύτῃ παραπλησίας μυρίας πρὸς αὐταῖς ἑτέρῳ τρόπῳ γεγενημένας, ἐφʼ ὧν ἐπέκειτο τὰ σκεύη φιάλαι τε καὶ σπονδεῖα χρύσεα μὲν δισμύρια ἀργύρεα δὲ τετρακισμύρια.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi