Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 8

96 τούτου δʼ ἔξωθεν ἱερὸν ᾠκοδόμησεν· ἐν τετραγώνου σχήματι στοὰς ἐγείρας μεγάλας καὶ πλατείας καὶ πύλαις ὑψηλαῖς ἀνεῳγμένας, ὧν ἑκάστη πρὸς ἕκαστον τῶν ἀνέμων τέτραπτο χρυσέαις κλειομένη θύραις. εἰς τοῦτο τοῦ λαοῦ πάντες οἱ διαφέροντες ἁγνείᾳ καὶ παρατηρήσει τῶν νομίμων εἰσῄεσαν.
97 θαυμαστὸν δὲ καὶ λόγου παντὸς ἀπέφηνε μεῖζον, ὡς δὲ εἰπεῖν καὶ τῆς ὄψεως, τὸ τούτων ἔξωθεν ἱερόν· μεγάλας γὰρ ἐγχώσας φάραγγας, ἃς διὰ βάθος ἄπειρον οὐδὲ ἀπόνως ἐννεύσαντας ἦν ἰδεῖν, καὶ ἀναβιβάσας εἰς τετρακοσίους πήχεις τὸ ὕψος ἰσοπέδους τῇ κορυφῇ τοῦ ὄρους ἐφʼ ἧς ὁ ναὸς ᾠκοδόμητο κατεσκεύασε· καὶ διὰ τοῦτο ὕπαιθρον ὂν τὸ ἔξωθεν ἱερὸν ἴσον ὑπῆρχε τῷ ναῷ.
98 περιλαμβάνει δʼ αὐτὸ καὶ στοαῖς διπλαῖς μὲν τὴν κατασκευήν, λίθου δʼ αὐτοφυοῦς τὸ ὕψος κίοσιν ἐπερηρεισμέναις· ὀροφαὶ δʼ αὐταῖς ἦσαν ἐκ κέδρου φατνώμασιν ἀνεξεσμέναι. τὰς δὲ θύρας τῷ ἱερῷ τούτῳ πάσας ἐπέστησεν ἐξ ἀργύρου.
99 Τὰ μὲν οὖν ἔργα ταῦτα καὶ τὰ μεγέθη καὶ κάλλη τῶν τε οἰκοδομημάτων καὶ τῶν εἰς τὸν ναὸν ἀναθημάτων Σολόμων ὁ βασιλεὺς ἐν ἔτεσιν ἑπτὰ συντελέσας καὶ πλούτου καὶ προθυμίας ἐπίδειξιν ποιησάμενος, ὡς ἄν τις ἰδὼν ἐνόμισεν ὡς ἐν τῷ παντὶ κατασκευασθῆναι χρόνῳ ταῦτα ἐν οὕτως ὀλίγῳ πρὸς τὸ μέγεθος συγκρινόμενα τοῦ ναοῦ συμπερασθῆναι, γράψας τοῖς ἡγεμόσι καὶ τοῖς πρεσβυτέροις τῶν Ἑβραίων ἐκέλευσεν ἅπαντα τὸν λαὸν συναγαγεῖν εἰς Ἱεροσόλυμα ὀψόμενόν τε τὸν ναὸν καὶ μετακομιοῦντα τὴν τοῦ θεοῦ κιβωτὸν εἰς αὐτόν.
100 καὶ περιαγγελθείσης τῆς εἰς τὰ Ἱεροσόλυμα πᾶσιν ἀφίξεως ἑβδόμῳ μηνὶ μόλις συνίασιν, ὑπὸ μὲν τῶν ἐπιχωρίων Ἀθύρει, ὑπὸ δὲ τῶν Μακεδόνων Ὑπερβερεταίῳ λεγομένῳ. συνέδραμε δʼ εἰς τὸν αὐτὸν χρόνον καὶ ὁ τῆς σκηνοπηγίας καιρὸς ἑορτῆς σφόδρα παρὰ τοῖς Ἑβραίοις ἁγιωτάτης καὶ μεγίστης.
101 βαστάσαντες οὖν τὴν κιβωτὸν καὶ τὴν σκηνήν, ἣν Μωυσῆς ἐπήξατο, καὶ πάντα τὰ πρὸς τὴν διακονίαν τῶν θυσιῶν τοῦ θεοῦ σκεύη μετεκόμιζον εἰς τὸν ναόν. προῆγον δὲ μετὰ θυσιῶν αὐτός τε ὁ βασιλεὺς καὶ ὁ λαὸς ἅπας καὶ οἱ Λευῖται σπονδαῖς τε καὶ πολλῶν ἱερείων αἵματι τὴν ὁδὸν καταντλοῦντες καὶ θυμιῶντες ἀπειρόν τι θυμιαμάτων πλῆθος,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi