Kitap 8
4
ὅτι γινώσκει μὲν τὴν βασιλείαν καὶ αὐτὴ καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν τοῦ πλήθους προαίρεσιν οὖσαν αὐτοῦ, μεταβάσης δὲ πρὸς Σολόμωνα τὸν υἱὸν αὐτῆς κατὰ τὴν τοῦ θεοῦ γνώμην στέργει καὶ ἀγαπᾷ τὴν ὑπʼ αὐτῷ δουλείαν καὶ τοῖς παροῦσιν ἥδεται πράγμασιν.
5
ἐδεῖτο δʼ οὖν διακονῆσαι πρὸς τὸν ἀδελφὸν αὐτῷ καὶ πεῖσαι δοῦναι τὴν τῷ πατρὶ συγκοιμωμένην πρὸς γάμον αὐτῷ Ἀβισάκην· οὐ γὰρ πλησιάσαι τὸν πατέρα διὰ τὸ γῆρας αὐτῇ, μένειν δʼ ἔτι παρθένον.
6
ἡ δὲ Βερσάβη καὶ διακονήσειν σπουδαίως ὑπέσχετο καὶ καταπράξεσθαι τὸν γάμον διʼ ἀμφότερα, τοῦ τε βασιλέως αὐτῷ χαρίσασθαί τι βουλησομένου καὶ δεησομένης αὐτῆς λιπαρῶς. καὶ ὁ μὲν εὔελπις ἀπαλλάττεται περὶ τοῦ γάμου, ἡ δὲ τοῦ Σολόμωνος μήτηρ εὐθὺς ὥρμησεν ἐπὶ τὸν υἱὸν διαλεξομένη περὶ ὧν Ἀδωνίᾳ δεηθέντι κατεπηγγείλατο.
7
καὶ προϋπαντήσαντος αὐτῇ τοῦ παιδὸς καὶ περιπλακέντος, ἐπεὶ παρήγαγεν εἰς τὸν οἶκον, οὗ συνέβαινεν αὐτῷ κεῖσθαι τὸν βασιλικὸν θρόνον, καθίσας ἐκέλευσεν ἕτερον ἐκ δεξιῶν τεθῆναι τῇ μητρί. καθεσθεῖσα δʼ ἡ Βερσάβη μίαν, εἶπεν, ὦ παῖ, χάριν αἰτουμένῃ κατάνευσον καὶ μηδὲν ἐξ ἀρνήσεως δύσκολον μηδὲ σκυθρωπὸν ἀπεργάσῃ. τοῦ δὲ Σολόμωνος προστάττειν κελεύοντος,
8
πάντα γὰρ ὅσιον εἶναι μητρὶ παρέχειν, καί τι προσμεμψαμένου τὴν ἀρχήν, ὅτι μὴ μετʼ ἐλπίδος ἤδη βεβαίας τοῦ τυχεῖν ὧν ἀξιοῖ ποιεῖται τοὺς λόγους ἀλλʼ ἄρνησιν ὑφορωμένη, δοῦναι τὴν παρθένον αὐτὸν Ἀβισάκην Ἀδωνίᾳ τἀδελφῷ πρὸς γάμον παρεκάλει.
9
Λαβὼν δὲ πρὸς ὀργὴν ὁ βασιλεὺς τὸν λόγον ἀποπέμπεται μὲν τὴν μητέρα μειζόνων ὀρέγεσθαι πραγμάτων εἰπὼν Ἀδωνίαν καὶ θαυμάζειν, πῶς οὐ παραχωρῆσαι καὶ τῆς βασιλείας ὡς πρεσβυτέρῳ παρακαλεῖ τὸν γάμον αὐτῷ τὸν Ἀβισάκης αἰτουμένη φίλους ἔχοντι δυνατοὺς Ἰώαβον τὸν στρατηγὸν καὶ Ἀβιάθαρον τὸν ἱερέα, μεταπεμψάμενος δὲ Βαναίαν τὸν ἐπὶ τῶν σωματοφυλάκων ἀποκτεῖναι προσέταξεν αὐτῷ τὸν ἀδελφὸν Ἀδωνίαν.