Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 8

125 καὶ οἱ μὲν τὴν κιβωτὸν εἰς τὸν ναὸν εἰσαγαγόντες καὶ τὸ μέγεθος καὶ τὸ κάλλος ἱστορήσαντες αὐτοῦ καὶ θυσιῶν ἐπʼ αὐτῷ μεγάλων καὶ ἑορτῶν μεταλαβόντες εἰς τὰς αὑτῶν ἕκαστοι πόλεις ὑπέστρεψαν. ὄναρ δʼ ἐπιφανὲν τῷ βασιλεῖ κατὰ τοὺς ὕπνους ἐσήμαινεν αὐτῷ τῆς εὐχῆς ἐπήκοον τὸν θεὸν γεγονέναι,
126 καὶ ὅτι φυλάξει τε τὸν ναὸν καὶ διὰ παντὸς ἐν αὐτῷ μενεῖ τῶν ἐκγόνων αὐτοῦ καὶ αὐτοῦ καὶ τῆς ἁπάσης πληθύος τὰ δίκαια ποιούσης, αὐτόν τε πρῶτον ἐμμένοντα ταῖς τοῦ πατρὸς ὑποθήκαις ἔλεγεν εἰς ὕψος καὶ μέγεθος εὐδαιμονίας ἀνοίσειν ἄπειρον καὶ βασιλεύσειν ἀεὶ τῆς χώρας τοὺς ἐκ τοῦ γένους αὐτοῦ καὶ τῆς Ἰούδα φυλῆς·
127 προδόντα μέντοι τὰ ἐπιτηδεύματα καὶ λήθην αὐτῶν ποιησάμενον καὶ ξενικοὺς θεοὺς θρησκεύειν μεταβαλόμενον πρόρριζον ἐκκόψειν καὶ μήτε τοῦ γένους τι λείψανον αὐτῶν ἐάσειν μήτε τὸν τῶν Ἰσραηλιτῶν λαὸν ἀπαθῆ παρόψεσθαι, πολέμοις δʼ αὐτοὺς καὶ κακοῖς ἐξαφανίσειν μυρίοις κἀκ τῆς γῆς, ἣν τοῖς πατράσιν αὐτῶν ἔδωκεν,
128 ἐκβαλὼν ἐπήλυδας ἀλλοτρίας καταστήσειν, τὸν δὲ ναὸν τὸν νῦν οἰκοδομηθέντα καταπρησθησόμενον τοῖς ἐχθροῖς παραδώσειν καὶ διαρπαγησόμενον, κατασκάψειν δὲ καὶ τὴν πόλιν χερσὶ τῶν πολεμίων καὶ ποιήσειν μύθων ἄξια τὰ παρʼ αὐτοῖς κακὰ καὶ πολλῆς διʼ ὑπερβολὴν μεγέθους ἀπιστίας,
129 ὡς τοὺς προσοίκους ἀκούοντας τὴν συμφορὰν θαυμάζειν καὶ τὴν αἰτίαν πολυπραγμονεῖν διʼ ἣν οὕτως ἐμισήθησαν Ἑβραῖοι τῷ θεῷ πρότερον εἰς δόξαν καὶ πλοῦτον ὑπʼ αὐτοῦ παραχθέντες, καὶ παρὰ τῶν ὑπολειπομένων ἀκούειν ἐξομολογουμένων τὰς ἁμαρτίας αὐτῶν καὶ τὰς τῶν πατρίων νομίμων παραβάσεις. ταῦτα μὲν αὐτῷ τὸν θεὸν εἰπεῖν κατὰ τοὺς ὕπνους ἀναγέγραπται.
130 Μετὰ δὲ τὴν τοῦ ναοῦ κατασκευὴν ἐν ἔτεσιν ἑπτὰ καθὼς προειρήκαμεν γενομένην τὴν τῶν βασιλείων οἰκοδομὴν κατεβάλετο, ἣν ἔτεσι τρισὶ καὶ δέκα μόγις ἀπήρτισεν· οὐ γὰρ τὸν αὐτὸν ἐσπουδάζετο τρόπον ὅνπερ καὶ τὸ ἱερόν, ἀλλὰ τὸ μὲν καίπερ ὂν μέγα καὶ θαυμαστῆς ἐργασίας καὶ παραδόξου τετυχηκὸς ἔτι καὶ θεοῦ συνεργοῦντος, εἰς ὃν ἐγίνετο, τοῖς προειρημένοις ἔτεσιν ἔλαβε πέρας·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi