Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 8

209 Ἐπαρθεὶς οὖν τοῖς τοῦ προφήτου λόγοις Ἱεροβόαμος φύσει θερμὸς ἂν νεανίας καὶ μεγάλων ἐπιθυμητὴς πραγμάτων οὐκ ἠρέμει. γενόμενος δʼ ἐν τῇ στρατηγίᾳ καὶ μεμνημένος τῶν ὑπὸ Ἀχία δεδηλωμένων εὐθὺς ἀναπείθειν ἐπεχείρει τὸν λαὸν ἀφίστασθαι Σολόμωνος καὶ κινεῖν καὶ παράγειν εἰς αὑτὸν τὴν ἡγεμονίαν.
210 μαθὼν δὲ τὴν διάνοιαν αὐτοῦ καὶ τὴν ἐπιβολὴν Σολόμων ἐζήτει συλλαβὼν αὐτὸν ἀνελεῖν. φθάσας δὲ γνῶναι τοῦτο Ἱεροβόαμος πρὸς Ἴσακον φεύγει τὸν Αἰγυπτίων βασιλέα, καὶ μέχρι τῆς Σολόμωνος τελευτῆς ἐκεῖ μείνας τό τε μηδὲν ὑπʼ αὐτοῦ παθεῖν ἐκέρδησε καὶ τὸ τῇ βασιλείᾳ φυλαχθῆναι.
211 ἀποθνήσκει δὲ Σολόμων ἤδη γηραιὸς ὢν βασιλεύσας μὲν ὀγδοήκοντα ἔτη, ζήσας δὲ ἐνενήκοντα καὶ τέσσαρα· θάπτεται δὲ ἐν Ἱεροσολύμοις ἅπαντας ὑπερβαλὼν εὐδαιμονίᾳ τε καὶ πλούτῳ καὶ φρονήσει τοὺς βασιλεύσαντας, εἰ μὴ ὅσα γε πρὸς τὸ γῆρας ὑπὸ τῶν γυναικῶν ἀπατηθεὶς παρηνόμησε· περὶ ὧν καὶ τῶν διʼ αὐτὰς κακῶν συμπεσόντων Ἑβραίοις εὐκαιρότερον ἕξομεν διασαφῆσαι.
212 Μετὰ δὲ τὴν Σολόμωνος τελευτὴν διαδεξαμένου τοῦ παιδὸς αὐτοῦ τὴν βασιλείαν Ῥοβοάμου, ὃς ἐκ γυναικὸς Ἀμμανίτιδος ὑπῆρχεν αὐτῷ γεγονὼς Νοομᾶς τοὔνομα, πέμψαντες εὐθὺς εἰς τὴν Αἴγυπτον οἱ τῶν ὄχλων ἄρχοντες ἐκάλουν τὸν Ἱεροβόαμον. ἀφικομένου δὲ πρὸς αὐτοὺς εἰς Σίκιμα πόλιν καὶ Ῥοβόαμος εἰς αὐτὴν παραγίνεται· δέδοκτο γὰρ αὐτὸν ἐκεῖσε συνελθοῦσι τοῖς Ἰσραηλίταις ἀποδεῖξαι βασιλέα.
213 προσελθόντες οὖν οἵ τε ἄρχοντες αὐτῷ τοῦ λαοῦ καὶ Ἱεροβόαμος παρεκάλουν λέγοντες ἀνεῖναί τι τῆς δουλείας αὐτοῖς καὶ γενέσθαι χρηστότερον τοῦ πατρός· βαρὺν γὰρ ὑπʼ ἐκείνῳ ζυγὸν αὐτοὺς ὑπενεγκεῖν· εὐνούστεροι δὲ ἔσεσθαι πρὸς αὐτὸν καὶ ἀγαπήσειν τὴν δουλείαν διὰ τὴν ἐπιείκειαν ἢ διὰ τὸν φόβον.
214 ὁ δὲ μετὰ τρεῖς ἡμέρας εἰπὼν αὐτοῖς ἀποκρινεῖσθαι περὶ ὧν ἀξιοῦσιν ὕποπτος μὲν εὐθὺς γίνεται μὴ παραχρῆμα ἐπινεύσας αὐτοῖς τὰ πρὸς ἡδονήν, πρόχειρον γὰρ ἠξίουν εἶναι τὸ χρηστὸν καὶ φιλάνθρωπον καὶ ταῦτʼ ἐν νέῳ, ἐδόκει δʼ ὅμως καὶ τὸ βουλεύσασθαι τοῦ μὴ παραυτίκα ἀπειπεῖν ἀγαθῆς ἐλπίδος ἔχεσθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi