Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 8

221 ταῦτʼ ἰδὼν Ῥοβόαμος καὶ νομίσας αὑτὸν βεβλῆσθαι τοῖς λίθοις, οἷς τὸν ὑπηρέτην ἀπέκτεινεν αὐτοῦ τὸ πλῆθος, δείσας μὴ καὶ ἔργῳ πάθῃ τὸ δεινὸν ἐπιβὰς εὐθὺς ἐπὶ ἅρματος ἔφυγεν εἰς Ἱεροσόλυμα. καὶ ἡ μὲν Ἰούδα φυλὴ καὶ ἡ Βενιαμίδος χειροτονοῦσιν αὐτὸν βασιλέα, τὸ δὲ ἄλλο πλῆθος ἀπʼ ἐκείνης τῆς ἡμέρας τῶν Δαυίδου παίδων ἀποστὰν τὸν Ἱεροβόαμον ἀπέδειξε τῶν πραγμάτων κύριον.
222 Ῥοβόαμος δὲ ὁ Σολόμωνος παῖς ἐκκλησίαν ποιήσας τῶν δύο φυλῶν, ἃς εἶχεν ὑπηκόους, οἷός τε ἦν λαβὰν ὀκτωκαίδεκα παρʼ αὐτῶν στρατοῦ μυριάδας ἐπιλέκτους ἐξελθεῖν ἐπὶ τὸν Ἱεροβόαμον καὶ τὸν λαόν, ὅπως πολεμήσας ἀναγκάσῃ δουλεύειν αὐτῷ.
223 κωλυθεὶς δʼ ὑπὸ τοῦ θεοῦ διὰ τοῦ προφήτου ποιήσασθαι τὴν στρατείαν, οὐ γὰρ εἶναι δίκαιον τοὺς ὁμοφύλους πολεμεῖν οὗτος ἔλεγε καὶ ταῦτα κατὰ τὴν τοῦ θεοῦ προαίρεσιν τῆς τοῦ πλήθους ἀποστάσεως γεγενημένης, οὐκέτʼ ἐξῆλθε.
224 διηγήσομαι δὲ πρῶτον ὅσα Ἱεροβόαμος ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς ἔπραξεν, εἶτα δὲ τούτων ἐχόμενα τὰ ὑπὸ Ῥοβοάμου τοῦ τῶν δύο φυλῶν βασιλέως γεγενημένα δηλώσομεν· φυλαχθείη γὰρ ἂν οὕτως ἄχρι παντὸς τῆς ἱστορίας τὸ εὔτακτον.
225 Ὁ τοίνυν Ἱεροβόαμος οἰκοδομήσας βασίλειον ἐν Σικίμῃ πόλει ἐν ταύτῃ τὴν δίαιταν εἶχε, κατεσκεύασε δὲ καὶ ἐν Φανουὴλ πόλει λεγομένῃ. μετʼ οὐ πολὺ δὲ τῆς σκηνοπηγίας ἑορτῆς ἐνίστασθαι μελλούσης λογισάμενος, ὡς ἐὰν ἐπιτρέψῃ τῷ πλήθει προσκυνῆσαι τὸν θεὸν εἰς Ἱεροσόλυμα πορευθέντι καὶ ἐκεῖ τὴν ἑορτὴν διαγαγεῖν, μετανοῆσαν ἴσως καὶ δελεασθὲν ὑπὸ τοῦ ναοῦ καὶ τῆς θρησκείας τῆς ἐν αὐτῷ τοῦ θεοῦ καταλείψει μὲν αὐτόν, προσχωρήσει δὲ τῷ πρώτῳ βασιλεῖ, καὶ κινδυνεύσει τούτου γενομένου τὴν ψυχὴν ἀποβαλεῖν, ἐπιτεχνᾶταί τι τοιοῦτον·
226 δύο ποιήσας δαμάλεις χρυσᾶς καὶ οἰκοδομήσας ναΐσκους τοσούτους ἕνα μὲν ἐν Βηθήλῃ πόλει, τὸν ἕτερον δὲ ἐν Δάνῃ, ἡ δʼ ἐστὶ πρὸς ταῖς πηγαῖς τοῦ μικροῦ Ἰορδάνου, τίθησι τὰς δαμάλεις ἐν ἑκατέρῳ τῶν ἐν ταῖς προειρημέναις πόλεσι ναΐσκων, καὶ συγκαλέσας τὰς δέκα φυλὰς ὧν αὐτὸς ἦρχεν ἐδημηγόρησε τούτους ποιησάμενος τοὺς λόγους·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi