Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 8

244 ἐπεχείρει γὰρ πείθειν αὐτόν, ὡς ὑπὸ κόπου μὲν ἡ χεὶρ αὐτοῦ ναρκήσειε βαστάζουσα τὰς θυσίας, εἶτʼ ἀνεθεῖσα πάλιν εἰς τὴν αὑτῆς ἐπανέλθοι φύσιν, τὸ δὲ θυσιαστήριον καινὸν ὂν καὶ δεξάμενον θυσίας πολλὰς καὶ μεγάλας ῥαγείη καὶ πέσοι διὰ βάρος τῶν ἐπενηνεγμένων. ἐδήλου δʼ αὐτῷ καὶ τὸν θάνατον τοῦ τὰ σημεῖα ταῦτα προειρηκότος ὡς ὑπὸ λέοντος ἀπώλετο· οὕτως οὐδὲ ἓν οὔτʼ εἶχεν
245 οὔτʼ ἐφθέγξατο προφήτου. ταῦτα εἰπὼν πείθει τὸν βασιλέα καὶ τὴν διάνοιαν αὐτοῦ τελέως ἀποστρέψας ἀπὸ τοῦ θεοῦ καὶ τῶν ὁσίων ἔργων καὶ δικαίων ἐπὶ τὰς ἀσεβεῖς πράξεις παρώρμησεν. οὕτως δʼ ἐξύβρισεν εἰς τὸ θεῖον καὶ παρηνόμησεν, ὡς οὐδὲν ἄλλο καθʼ ἡμέραν ζητεῖν ἢ τί καινὸν καὶ μιαρώτερον τῶν ἤδη τετολμημένων ἐργάσηται. καὶ τὰ μὲν περὶ Ἱεροβόαμον ἐπὶ τοῦ παρόντος ἐν τούτοις ἡμῖν δεδηλώσθω.
246 Ὁ δὲ Σολόμωνος υἱὸς Ῥοβόαμος ὁ τῶν δύο φυλῶν βασιλεύς, ὡς προειρήκαμεν, ᾠκοδόμησε πόλεις ὀχυράς τε καὶ μεγάλας Βηθλεὲμ καὶ Ἠταμὲ καὶ Θεκωὲ καὶ Βηθσοὺρ καὶ Σωχὼ καὶ Ὀδολλὰμ καὶ Εἰπὰν καὶ Μάρισαν καὶ τὴν Ζιφὰ καὶ Ἀδωραὶμ καὶ Λάχεις καὶ Ἀζηκὰ καὶ Σαρὰμ καὶ Ἠλὼμ καὶ Χεβρῶνα.
247 ταύτας μὲν ἐν τῇ Ἰουδαίᾳ φυλῇ καὶ κληρουχίᾳ πρώτας ᾠκοδόμησε, κατεσκεύασε δὲ καὶ ἄλλας μεγάλας ἐν τῇ Βενιαμίδι κληρουχίᾳ, καὶ τειχίσας φρουράς τε κατέστησεν ἐν ἁπάσαις καὶ ἡγεμόνας σῖτόν τε πολὺν καὶ οἶνον καὶ ἔλαιον τά τε ἄλλα πρὸς διατροφὴν ἐν ἑκάστῃ τῶν πόλεων δαψιλῶς ἀπέθετο, πρὸς δὲ τούτοις θυρεοὺς καὶ σιρομάστας εἰς πολλὰς μυριάδας.
248 συνῆλθον δὲ οἱ παρὰ πᾶσι τοῖς Ἰσραηλίταις ἱερεῖς πρὸς αὐτὸν εἰς Ἱεροσόλυμα καὶ Ληουῖται καὶ εἴ τινες ἄλλοι τοῦ πλήθους ἦσαν ἀγαθοὶ καὶ δίκαιοι καταλιπόντες αὑτῶν τὰς πόλεις, ἵνα θρησκεύσωσιν ἐν Ἱεροσολύμοις τὸν θεόν· οὐ γὰρ ἡδέως εἶχον προσκυνεῖν ἀναγκαζόμενοι τὰς δαμάλεις, ἃς Ἱεροβόαμος κατεσκεύασε· καὶ ηὔξησαν τὴν Ῥοβοάμου βασιλείαν ἐπʼ ἔτη τρία.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi