Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 8

249 γήμας δὲ συγγενῆ τινα καὶ τρεῖς ποιησάμενος ἐξ αὐτῆς παῖδας ἤγετο ὕστερον καὶ τὴν ἐκ τῆς Ἀψαλώμου θυγατρὸς Θαμάρης Μαχάνην ὄνομα καὶ αὐτὴν οὖσαν συγγενῆ· καὶ παῖς ἐξ αὐτῆς ἄρρην αὐτῷ γίνεται, ὃν Ἀβίαν προσηγόρευσεν. τεκνοῖ δὲ καὶ ἐξ ἄλλων γυναικῶν πλειόνων, ἁπασῶν δὲ μᾶλλον ἔστερξε τὴν Μαχάνην.
250 εἶχε δὲ τὰς μὲν νόμῳ συνοικούσας αὐτῷ γυναῖκας ὀκτωκαίδεκα παλλακὰς δὲ τριάκοντα, καὶ υἱοὶ μὲν αὐτῷ γεγόνεισαν ὀκτὼ καὶ εἴκοσι θυγατέρες δʼ ἑξήκοντα. διάδοχον δὲ ἀπέδειξε τῆς βασιλείας τὸν ἐκ τῆς Μαχάνης Ἀβίαν καὶ τοὺς θησαυροὺς αὐτῷ καὶ τὰς ὀχυρωτάτας πόλεις ἐπίστευσεν.
251 Αἴτιον δʼ οἶμαι πολλάκις γίνεται κακῶν καὶ παρανομίας τοῖς ἀνθρώποις τὸ τῶν πραγμάτων μέγεθος καὶ ἡ πρὸς τὸ βέλτιον αὐτῶν τροπή· τὴν γὰρ βασιλείαν αὐξανομένην οὕτω βλέπων Ῥοβόαμος εἰς ἀδίκους καὶ ἀσεβεῖς ἐξετράπη πράξεις καὶ τῆς τοῦ θεοῦ θρησκείας κατεφρόνησεν, ὡς καὶ τὸν ὑπʼ αὐτῷ λαὸν μιμητὴν γενέσθαι τῶν ἀνομημάτων.
252 συνδιαφθείρεται γὰρ τὰ τῶν ἀρχομένων ἤθη τοῖς τῶν ἡγουμένων τρόποις, καὶ ὡς ἔλεγχον τῆς ἐκείνων ἀσελγείας τὴν αὑτῶν σωφροσύνην παραπέμποντες ὡς ἀρετῇ ταῖς κακίαις αὐτῶν ἕπονται· οὐ γὰρ ἔνεστιν ἀποδέχεσθαι δοκεῖν τὰ τῶν βασιλέων ἔργα μὴ ταὐτὰ πράττοντας.
253 τοῦτο τοίνυν συνέβαινε καὶ τοῖς ὑπὸ Ῥοβοάμῳ τεταγμένοις ἀσεβοῦντος αὐτοῦ καὶ παρανομοῦντος σπουδάζειν, μὴ προσκρούσωσι τῷ βασιλεῖ θέλοντες εἶναι δίκαιοι. τιμωρὸν δὲ τῶν εἰς αὐτὸν ὕβρεων ὁ θεὸς ἐπιπέμπει τὸν Αἰγυπτίων βασιλέα Ἴσωκον, περὶ οὗ πλανηθεὶς Ἡρόδοτος τὰς πράξεις αὐτοῦ Σεσώστρει προσάπτει.
254 οὗτος γὰρ ὁ Ἴσωκος πέμπτῳ ἔτει τῆς Ῥοβοάμου βασιλείας ἐπιστρατεύεται μετὰ πολλῶν αὐτῷ μυριάδων· ἅρματα μὲν γὰρ αὐτῷ χίλια καὶ διακόσια τὸν ἀριθμὸν ἠκολούθει, ἱππέων δὲ μυριάδες ἕξ, πεζῶν δὲ μυριάδες τεσσαράκοντα. τούτων τοὺς πλείστους Λίβυας ἐπήγετο καὶ Αἰθίοπας.
255 ἐμβαλὼν οὖν εἰς τὴν χώραν τῶν Ἑβραίων καταλαμβάνει τε τὰς ὀχυρωτάτας τῆς Ῥοβοάμου βασιλείας πόλεις ἀμαχητὶ καὶ ταύτας ἀσφαλισάμενος ἔσχατον ἐπῆλθε τοῖς Ἱεροσολύμοις ἐγκεκλεισμένου τοῦ Ῥοβοάμου καὶ τοῦ πλήθους ἐν αὐτοῖς διὰ τὴν Ἰσώκου στρατείαν καὶ τὸν θεὸν ἱκετευόντων δοῦναι νίκην καὶ σωτηρίαν·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi