Kitap 8
256
ἀλλʼ οὐκ ἔπεισαν τὸν θεὸν ταχθῆναι μετʼ αὐτῶν· ὁ δὲ προφήτης Σαμαίας ἔφησεν αὐτοῖς τὸν θεὸν ἀπειλεῖν ἐγκαταλείψειν αὐτούς, ὡς καὶ αὐτοὶ τὴν θρησκείαν αὐτοῦ κατέλιπον. ταῦτʼ ἀκούσαντες εὐθὺς ταῖς ψυχαῖς ἀνέπεσον καὶ μηδὲν ἔτι σωτήριον ὁρῶντες ἐξομολογεῖσθαι πάντες ὥρμησαν, ὅτι δικαίως αὐτοὺς ὁ θεὸς ὑπερόψεται γενομένους περὶ αὐτὸν ἀσεβεῖς καὶ συγχέοντας τὰ νόμιμα.
257
κατιδὼν δʼ αὐτοὺς ὁ θεὸς οὕτω διακειμένους καὶ τὰς ἁμαρτίας ἀνθομολογουμένους οὐκ ἀπολέσειν αὐτοὺς εἶπε πρὸς τὸν προφήτην, ποιήσειν μέντοι γε τοῖς Αἰγυπτίοις ὑποχειρίους, ἵνα μάθωσι πότερον ἀνθρώπῳ δουλεύειν ἐστὶν ἀπονώτερον ἢ θεῷ.
258
παραλαβὼν δὲ Ἴσωκος ἀμαχητὶ τὴν πόλιν δεξαμένου Ῥοβοάμου διὰ τὸν φόβον οὐκ ἐνέμεινε ταῖς γενομέναις συνθήκαις, ἀλλʼ ἐσύλησε τὸ ἱερὸν καὶ τοὺς θησαυροὺς ἐξεκένωσε τοῦ θεοῦ καὶ τοὺς βασιλικοὺς χρυσοῦ καὶ ἀργύρου μυριάδας ἀναριθμήτους βαστάσας καὶ μηδὲν ὅλως ὑπολιπών.
259
περιεῖλε δὲ καὶ τοὺς χρυσοῦς θυρεοὺς καὶ τὰς ἀσπίδας, ἃς κατεσκεύασε Σολόμων ὁ βασιλεύς, οὐκ εἴασε δὲ οὐδὲ τὰς χρυσᾶς φαρέτρας, ἃς ἀνέθηκε Δαυίδης τῷ θεῷ λαβὼν παρὰ τοῦ τῆς Σωφηνῆς βασιλέως, καὶ τοῦτο ποιήσας ἀνέστρεψεν εἰς τὰ οἰκεῖα.
260
μέμνηται δὲ ταύτης τῆς στρατείας καὶ ὁ Ἁλικαρνασεὺς Ἡρόδοτος περὶ μόνον τὸ τοῦ βασιλέως πλανηθεὶς ὄνομα, καὶ ὅτι ἄλλοις τε πολλοῖς ἐπῆλθεν ἔθνεσι καὶ τὴν Παλαιστίνην Συρίαν ἐδουλώσατο λαβὼν ἀμαχητὶ τοὺς ἀνθρώπους τοὺς ἐν αὐτῇ.
261
φανερὸν δʼ ἐστίν, ὅτι τὸ ἡμέτερον ἔθνος βούλεται δηλοῦν κεχειρωμένον ὑπὸ τοῦ Αἰγυπτίου· ἐπάγει γάρ, ὅτι στήλας κατέλιπεν ἐν τῇ τῶν ἀμαχητὶ παραδόντων ἑαυτοὺς αἰδοῖα γυναικῶν ἐγγράψας· Ῥοβόαμος δʼ αὐτῷ παρέδωκεν ὁ ἡμέτερος βασιλεὺς ἀμαχητὶ τὴν πόλιν.
262
φησὶ δὲ καὶ Αἰθίοπας παρʼ Αἰγυπτίων μεμαθηκέναι τὴν τῶν αἰδοίων περιτομήν· Φοίνικες γὰρ καὶ Σύροι οἱ ἐν τῇ Παλαιστίνῃ ὁμολογοῦσι παρʼ Αἰγυπτίων μεμαθηκέναι. δῆλον οὖν ἐστιν, ὅτι μηδένες ἄλλοι περιτέμνονται τῶν ἐν τῇ Παλαιστίνῃ Σύρων ἢ μόνοι ἡμεῖς. ἀλλὰ περὶ μὲν τούτων ἕκαστοι λεγέτωσαν ὅ τι ἂν αὐτοῖς δοκῇ.