Kitap 8
274
Ἱεροβόαμος δʼ οὐδενὸς τούτων φροντίσας πολλὴν ἀθροίσας στρατιὰν ἐπὶ τὸν Ῥοβοάμου παῖδα τῶν δύο φυλῶν τὴν βασιλείαν τοῦ πατρὸς διαδεξάμενον Ἀβίαν ἐξεστράτευσε πολεμήσων· κατεφρόνει γὰρ αὐτοῦ διὰ τὴν ἡλικίαν. ὁ δὲ ἀκούσας τὴν ἔφοδον τὴν Ἱεροβοάμου πρὸς αὐτὴν οὐ κατεπλάγη, γενόμενος δʼ ἐπάνω καὶ τῆς νεότητος τῷ φρονήματι καὶ τῆς ἐλπίδος τοῦ πολεμίου στρατιὰν ἐπιλέξας ἐκ τῶν δύο φυλῶν ἀπήντησε τῷ Ἱεροβοάμῳ εἰς τόπον τινὰ καλούμενον ὄρος Σαμαρῶν καὶ στρατοπεδευσάμενος ἐγγὺς αὐτοῦ τὰ πρὸς τὴν μάχην εὐτρέπιζεν.
275
ἦν δʼ ἡ δύναμις αὐτοῦ μυριάδες τεσσαράκοντα, ἡ δὲ τοῦ Ἱεροβοάμου στρατιὰ διπλασίων ἐκείνης. ὡς δὲ τὰ στρατεύματα πρὸς τὰ ἔργα καὶ τοὺς κινδύνους ἀντιπαρετάσσετο καὶ συμβαλεῖν ἔμελλε, στὰς ἐφʼ ὑψηλοῦ τινος Ἀβίας τόπου καὶ τῇ χειρὶ κατασείσας τὸ πλῆθος καὶ τὸν Ἱεροβόαμον ἀκοῦσαι πρῶτον αὐτοῦ μεθʼ ἡσυχίας ἠξίωσε.
276
γενομένης δὲ σιωπῆς ἤρξατο λέγειν· ὅτι μὲν τὴν ἡγεμονίαν ὁ θεὸς Δαυίδῃ καὶ τοῖς ἐκγόνοις αὐτοῦ κατένευσεν εἰς ἅπαντα χρόνον, οὐδʼ ὑμεῖς ἀγνοεῖτε, θαυμάζω δέ, πῶς ἀποστάντες τοὐμοῦ πατρὸς τῷ δούλῳ Ἱεροβοάμῳ προσέθεσθε καὶ μετʼ ἐκείνου πάρεστε νῦν ἐπὶ τοὺς ὑπὸ τοῦ θεοῦ βασιλεύειν κεκριμένους πολεμήσοντες καὶ τὴν ἀρχὴν ἀφαιρησόμενοι τὴν ὑπάρχουσαν· τὴν μὲν γὰρ πλείω μέχρι νῦν Ἱεροβόαμος ἀδίκως ἔχει.
277
ἀλλʼ οὐκ οἶμαι καὶ ταύτης αὐτὸν ἀπολαύσειν ἐπὶ πλείονα χρόνον, ἀλλὰ δοὺς καὶ τοῦ παρεληλυθότος δίκην τῷ θεῷ παύσεται τῆς παρανομίας καὶ τῶν ὕβρεων, ἃς οὐ διαλέλοιπεν εἰς αὐτὸν ὑβρίζων καὶ ταὐτὰ ποιεῖν ὑμᾶς ἀναπεπεικώς, οἳ μηδὲν ἀδικηθέντες ὑπὸ τοῦ πατρός, ἀλλʼ ὅτι μὴ πρὸς ἡδονὴν ἐκκλησιάζων ὡμίλησεν ἀνθρώπων πονηρῶν συμβουλίᾳ πεισθείς, ἐγκατελίπετε τῷ δοκεῖν ὑπʼ ὀργῆς ἐκεῖνον, ταῖς δʼ ἀληθείαις αὑτοὺς ἀπὸ τοῦ θεοῦ καὶ τῶν ἐκείνου νόμων ἀπεσπάσατε.
278
καίτοι συνεγνωκέναι καλῶς εἶχεν ὑμᾶς οὐ λόγων μόνον δυσκόλων ἀνδρὶ νέῳ καὶ δημαγωγίας ἀπείρῳ, ἀλλʼ εἰ καὶ πρός τι δυσχερὲς ἡ νεότης αὐτὸν καὶ ἡ ἀμαθία τῶν πραττομένων ἐξῆγεν ἔργον, διά τε Σολόμωνα τὸν πατέρα καὶ τὰς εὐεργεσίας τὰς ἐκείνου· παραίτησιν γὰρ εἶναι δεῖ τῆς τῶν ἐγγόνων ἁμαρτίας τὰς τῶν πατέρων εὐποιίας.