Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 8

344 καὶ ὁ μὲν Ἄχαβος ἀπηλλάγη, Ἠλίας δʼ ἐπὶ τὸ ἀκρωτήριον τοῦ Καρμηλίου ἀναβὰς ὄρους καὶ καθίσας ἐπὶ τῆς γῆς προσηρείσατο τοῖς γόνασι τὴν κεφαλήν, τὸν δὲ θεράποντα ἐκέλευσεν ἀνελθόντα ἐπί τινα σκοπὴν εἰς τὴν θάλασσαν ἀποβλέπειν, κἂν ἴδῃ νεφέλην ἐγειρομένην ποθέν, φράζειν αὐτῷ· μέχρι γὰρ τότε καθαρῷ συνέβαινε τῷ ἀέρι εἶναι.
345 τοῦ δὲ ἀναβάντος καὶ μηδὲν πολλάκις ὁρᾶν φήσαντος, ἕβδομον ἤδη βαδίσας ἑωρακέναι μελαινόμενον εἶπέ τι τοῦ ἀέρος οὐ πλέον ἴχνους ἀνθρωπίνου. ὁ δὲ Ἠλίας ταῦτʼ ἀκούσας πέμπει πρὸς τὸν Ἄχαβον κελεύων αὐτὸν εἰς τὴν πόλιν ἀπέρχεσθαι πρὶν ἢ καταρραγῆναι τὸν ὄμβρον.
346 καὶ ὁ μὲν εἰς Ἱερέζηλα πόλιν παραγίνεται· μετʼ οὐ πολὺ δὲ τοῦ ἀέρος ἀχλύσαντος καὶ νέφεσι καλυφθέντος πνεῦμά τε λάβρον ἐπιγίνεται καὶ πολὺς ὄμβρος. ὁ δὲ προφήτης ἔνθεος γενόμενος τῷ τοῦ βασιλέως ἅρματι μέχρι τῆς Ἱερέζηλας πόλεως συνέδραμε.
347 Μαθοῦσα δὲ ἡ τοῦ Ἀχάβου γυνὴ Ἰεζάβηλα τά τε σημεῖα τὰ ὑπὸ Ἠλία γενόμενα καὶ ὅτι τοὺς προφήτας αὐτῶν ἀπέκτεινεν, ὀργισθεῖσα πέμπει πρὸς αὐτὸν ἀγγέλους ἀπειλοῦσα διʼ αὐτῶν ἀποκτείνειν αὐτόν, ὡς κἀκεῖνος τοὺς προφήτας αὐτῆς ἀπολέσειε.
348 φοβηθεὶς δʼ ὁ Ἠλίας φεύγει εἰς πόλιν Βερσουβεὲ λεγομένην, ἐπʼ ἐσχάτης δʼ ἔστιν αὕτη τῆς χώρας τῶν τῆς Ἰούδα φυλῆς ἐχόντων κατὰ τὴν Ἰδουμαίων γῆν, καταλιπὼν δʼ ἐκεῖ τὸν θεράποντα εἰς τὴν ἔρημον ἀνεχώρησεν εὐξάμενος ἀποθανεῖν· οὐ γὰρ δὴ κρείττων εἶναι τῶν πατέρων, ἵνα ἐκείνων ἀπολωλότων αὐτὸς ζῆν γλίχηται·
349 κατακοιμηθεὶς δὲ πρός τινι δένδρῳ διεγείραντος αὐτόν τινος ἀναστὰς εὑρίσκει παρακειμένην αὑτῷ τροφὴν καὶ ὕδωρ· φαγὼν δὲ καὶ συλλεξάμενος ἐκ τῆς τροφῆς ἐκείνης τὴν δύναμιν εἰς τὸ Σιναῖον καλούμενον ὄρος παραγίνεται, οὗ Μωυσῆς τοὺς νόμους παρὰ τοῦ θεοῦ λέγεται λαβεῖν.
350 εὑρὼν δʼ ἐν αὐτῷ σπήλαιόν τι κοῖλον εἴσεισι καὶ διετέλει ποιούμενος ἐν αὐτῷ τὴν μονήν. ἐρομένης δέ τινος αὐτὸν φωνῆς ἐξ ἀδήλου, τί παρείη καταλελοιπὼς τὴν πόλιν ἐκεῖσε, διὰ τὸ κτεῖναι μὲν τοὺς προφήτας τῶν ξενικῶν θεῶν, πεῖσαι δὲ τὸν λαὸν ὅτι μόνος εἴη θεὸς ὁ ὤν, ὃν ἀπʼ ἀρχῆς ἐθρήσκευσαν, ἔφησε· ζητεῖσθαι γὰρ ἐπὶ τούτῳ πρὸς τιμωρίαν ὑπὸ τῆς γυναικὸς τοῦ βασιλέως.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi