Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 8

351 πάλιν δὲ ἀκούσας προελθεῖν εἰς τὸ ὕπαιθρον τῇ ἐπιούσῃ, γνώσεσθαι γὰρ οὕτως τί δεῖ ποιεῖν, προῆλθεν ἐκ τοῦ σπηλαίου μεθʼ ἡμέραν καὶ σεισμοῦ τε ἐπακούει καὶ λαμπρὰν πυρὸς αὐγὴν ὁρᾷ.
352 καὶ γενομένης ἡσυχίας φωνὴ θεία μὴ ταράττεσθαι τοῖς γινομένοις αὐτὸν παρακελεύεται, κρατήσειν γὰρ οὐδένα τῶν ἐχθρῶν αὐτοῦ, προσέταξέ τε ὑποστρέψαντα εἰς τὴν οἰκείαν ἀποδεῖξαι τοῦ πλήθους βασιλέα Ἰηοῦν τὸν Νεμεσαίου παῖδα, ἐκ Δαμασκοῦ δὲ τῶν Σύρων Ἀζάηλον· ἀντʼ αὐτοῦ δὲ προφήτην Ἐλισσαῖον ὑπʼ αὐτοῦ γενήσεσθαι ἐκ πόλεως Ἀβέλας·
353 διαφθερεῖ δὲ τοῦ ἀσεβοῦς ὄχλου τοὺς μὲν Ἀζάηλος τοὺς δὲ Ἰηοῦς. ὁ δʼ Ἠλίας ὑποστρέφει ταῦτʼ ἀκούσας εἰς τὴν Ἑβραίων χώραν καὶ τὸν Σαφάτου παῖδα Ἐλισσαῖον καταλαβὼν ἀροῦντα καὶ μετʼ αὐτοῦ τινας ἄλλους ἐλαύνοντας ζεύγη δώδεκα προσελθὼν ἐπέρριψεν αὐτῷ τὸ ἴδιον ἱμάτιον.
354 ὁ δʼ Ἐλισσαῖος εὐθέως προφητεύειν ἤρξατο καὶ καταλιπὼν τοὺς βόας ἠκολούθησεν Ἠλίᾳ. δεηθεὶς δὲ συγχωρῆσαι αὐτῷ τοὺς γονεῖς ἀσπάσασθαι κελεύοντος τοῦτο ποιεῖν ἀποταξάμενος αὐτοῖς εἵπετο καὶ ἦν Ἠλίου τὸν ἅπαντα χρόνον τοῦ ζῆν καὶ μαθητὴς καὶ διάκονος. καὶ τὰ μὲν περὶ τοῦ προφήτου τούτου τοιαῦτα ἦν.
355 Ναβώθης δέ τις ἐξ Ἱεζαρήλου πόλεως ἀγρογείτων ὢν τοῦ βασιλέως παρακαλοῦντος αὐτὸν ἀποδόσθαι τιμῆς ὅσης βούλεται τὸν πλησίον αὐτοῦ τῶν ἰδίων ἀγρόν, ἵνα συνάψας ἓν αὐτὸ ποιήσῃ κτῆμα, εἰ δὲ μὴ βούλοιτο χρήματα λαβεῖν ἐπιτρέποντος ἐκλέξασθαι τῶν ἀγρῶν τινα τῶν ἐκείνου, τοῦτο μὲν οὔ φησι ποιήσειν, αὐτὸς δὲ τὴν ἰδίαν καρπώσεσθαι γῆν, ἣν ἐκληρονόμησε τοῦ πατρός.
356 λυπηθεὶς δʼ ὡς ἐφʼ ὕβρει τῷ μὴ τἀλλότρια λαβεῖν ὁ βασιλεὺς οὔτε λουτρὸν προσηνέγκατο οὔτε τροφήν, τῆς δʼ Ἰεζαβέλης τῆς γυναικὸς αὐτοῦ πυνθανομένης, ὅ τι λυπεῖται καὶ μήτε λούεται μήτε ἄριστον αὑτῷ παρατίθεται μήτε δεῖπνον, διηγήσατο αὐτῇ τὴν Ναβώθου σκαιότητα καὶ ὡς χρησάμενος ἐπιεικέσι πρὸς αὐτὸν λόγοις καὶ βασιλικῆς ἐξουσίας ὑποδεεστέροις ὑβρισθείη μὴ τυχὼν ὧν ἠξίου.
357 ἡ δὲ μὴ μικροψυχεῖν ἐπὶ τούτοις παρεκάλει, παυσάμενον δὲ τῆς λύπης ἐπὶ τὴν συνήθη τρέπεσθαι τοῦ σώματος πρόνοιαν· μελήσειν γὰρ αὐτῇ περὶ τῆς Ναβώθου τιμωρίας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi