Kitap 8
358
καὶ παραχρῆμα πέμπει γράμματα πρὸς τοὺς ὑπερέχοντας τῶν Ἰσραηλιτῶν ἐκ τοῦ Ἀχάβου ὀνόματος νηστεῦσαί τε κελεύουσα καὶ ποιησαμένους ἐκκλησίαν προκαθίσαι μὲν αὐτῶν Νάβωθον, εἶναι γὰρ αὐτὸν γένους ἐπιφανοῦς, παρασκευασαμένους δὲ τρεῖς τολμηρούς τινας τοὺς καταμαρτυρήσοντας αὐτοῦ, ὡς τὸν θεόν τε εἴη βλασφημήσας καὶ τὸν βασιλέα, καταλεῦσαι καὶ τούτῳ διαχρήσασθαι τῷ τρόπῳ.
359
καὶ Νάβωθος μέν, ὡς ἔγραψεν ἡ βασίλισσα, οὕτως καταμαρτυρηθεὶς βλασφημῆσαι τὸν θεόν τε καὶ Ἄχαβον βαλλόμενος ὑπὸ τοῦ πλήθους ἀπέθανεν, ἀκούσασα δὲ ταῦτα Ἰεζάβηλα εἴσεισι πρὸς τὸν βασιλέα καὶ κληρονομεῖν τὸν Ναβώθου ἀμπελῶνα προῖκα ἐκέλευσεν.
360
ὁ δὲ Ἄχαβος ἥσθη τοῖς γεγενημένοις καὶ ἀναπηδήσας ἀπὸ τῆς κλίνης ὀψόμενος ἧκε τὸν ἀμπελῶνα τὸν Ναβώθου. ἀγανακτήσας δʼ ὁ θεὸς πέμπει τὸν προφήτην Ἠλίαν εἰς τὸ Ναβώθου χωρίον Ἀχάβῳ συμβαλοῦντα καὶ περὶ τῶν πεπραγμένων ἐρησόμενον, ὅτι κτείνας τὸν ἀληθῆ δεσπότην τοῦ χωρίου κληρονομήσειεν αὐτὸς ἀδίκως.
361
ὡς δʼ ἧκε πρὸς αὐτὸν εἰπόντος τοῦ βασιλέως, ὅ τι βούλεται χρήσασθαι αὐτῷ, αἰσχρὸν γὰρ ὄντα ἐπὶ ἁμαρτήματι ληφθῆναι ὑπʼ αὐτοῦ, κατʼ ἐκεῖνον ἔφη τὸν τόπον, ἐν ᾧ τὸν Ναβώθου νεκρὸν ὑπὸ κυνῶν δαπανηθῆναι συνέβη, τό τε αὐτοῦ καὶ τὸ τῆς γυναικὸς χυθήσεσθαι αἷμα καὶ πᾶν αὐτοῦ τὸ γένος ἀπολεῖσθαι τοιαῦτα ἀσεβῆσαι τετολμηκότος καὶ παρὰ τοὺς πατρίους νόμους πολίτην ἀδίκως ἀνῃρηκότος.
362
Ἀχάβῳ δὲ λύπη τῶν πεπραγμένων εἰσῆλθε καὶ μετάμελος, καὶ σακκίον ἐνδυσάμενος γυμνοῖς τοῖς ποσὶ διῆγεν οὐχ ἁπτόμενος τροφῆς ἀνθομολογούμενός τε τὰ ἡμαρτημένα καὶ τὸν θεὸν οὕτως ἐξευμενίζων. ὁ δὲ ζῶντος μὲν αὐτοῦ πρὸς τὸν προφήτην ὑπερβαλεῖσθαι τὴν τοῦ γένους τιμωρίαν εἶπεν ἐφʼ οἷς ἐπὶ τοῖς τετολμημένοις μετανοεῖ, τελέσειν δὲ τὴν ἀπειλὴν ἐπὶ τῷ υἱῷ Ἀχάβου. καὶ ὁ μὲν προφήτης ταῦτʼ ἐδήλωσε τῷ βασιλεῖ.
363
Τῶν δὲ περὶ τὸν Ἄχαβον ὄντων τοιούτων κατὰ τὸν αὐτὸν καιρὸν ὁ τοῦ Ἀδάδου βασιλεύων τῶν Σύρων καὶ Δαμασκοῦ δύναμιν ἐξ ἁπάσης τῆς χώρας συναγαγὼν καὶ συμμάχους τοὺς πέραν Εὐφράτου βασιλέας ποιησάμενος τριάκοντα καὶ δύο ἐστράτευσεν ἐπὶ τὸν Ἄχαβον.