Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 8

377 ἡ δʼ αἰφνιδίως ἐπιπεσοῦσα τοῖς Σύροις ἐκράτησεν αὐτῶν, οὐ γὰρ προσεδόκων αὐτοὺς ἐπεξελεύσεσθαι, καὶ διὰ τοῦτο γυμνοῖς καὶ μεθύουσι προσέβαλλον, ὥστε τὰς πανοπλίας ἐκ τῶν στρατοπέδων φεύγοντας καταλιπεῖν καὶ τὸν βασιλέα σωθῆναι μόλις ἐφʼ ἵππου ποιησάμενον τὴν φυγήν.
378 Ἄχαβος δὲ πολλὴν ὁδὸν διώκων τοὺς Σύρους ἤνυσεν ἀναιρῶν αὐτούς, διαρπάσας δὲ τὰ ἐν τῇ παρεμβολῇ, πλοῦτος δʼ ἦν οὐκ ὀλίγος, ἀλλὰ καὶ χρυσοῦ πλῆθος καὶ ἀργύρου τά τε ἅρματα τοῦ Ἀδάδου καὶ τοὺς ἵππους λαβὼν ἀνέστρεψεν εἰς τὴν πόλιν. τοῦ δὲ προφήτου παρασκευάζεσθαι φήσαντος καὶ τὴν δύναμιν ἑτοίμην ἔχειν, ὡς τῷ ἐπιόντι πάλιν ἔτει στρατεύσοντος ἐπʼ αὐτὸν τοῦ Σύρου, ὁ μὲν Ἄχαβος πρὸς τούτοις ἦν.
379 Ὁ δὲ Ἄδαδος διασωθεὶς ἐκ τῆς μάχης μεθʼ ὅσης ἠδυνήθη στρατιᾶς συνεβουλεύσατο τοῖς αὑτοῦ φίλοις, πῶς ἂν ἐπιστρατεύσηται τοῖς Ἰσραηλίταις. οἱ δὲ ἐν μὲν τοῖς ὄρεσιν οὐκ ἐδίδοσαν γνώμην συμβαλεῖν αὐτοῖς· τὸν γὰρ θεὸν αὐτῶν ἐν τοῖς τοιούτοις δύνασθαι τόποις καὶ διὰ τοῦτο νῦν ὑπʼ αὐτῶν νενικῆσθαι· κρατήσειν δὲ ἔλεγον ἐν πεδίῳ ποιησαμένους τὴν μάχην.
380 συνεβούλευον δὲ πρὸς τούτῳ τοὺς μὲν βασιλέας οὓς ἐπηγάγετο συμμάχους ἀπολῦσαι πρὸς τὰ οἰκεῖα, τὴν δὲ στρατιὰν αὐτῶν κατασχεῖν ἀντʼ ἐκείνων σατράπας καταστήσαντα· εἰς δὲ τὴν τῶν ἀπολωλότων τάξιν στρατολογῆσαι δύναμιν ἐκ τῆς χώρας τῆς αὐτῶν καὶ ἵππους καὶ ἅρματα. δοκιμάσας οὖν ταῦτα εἰρῆσθαι καλῶς οὕτως διεκόσμησε τὴν δύναμιν.
381 Ἀρξαμένου δὲ ἔαρος ἀναλαβὼν τὴν στρατιὰν ἦγεν ἐπὶ τοὺς Ἑβραίους, καὶ γενόμενος πρὸς πόλει τινί, Ἀφεκὰ δʼ αὐτὴν καλοῦσιν, ἐν μεγάλῳ στρατοπεδεύεται πεδίῳ. Ἄχαβος δʼ ἀπαντήσας αὐτῷ μετὰ τῆς δυνάμεως ἀντεστρατοπεδεύσατο· σφόδρα δʼ ἦν ὀλίγον αὐτοῦ τὸ στράτευμα πρὸς τοὺς πολεμίους ἀντιπαραβαλλόμενον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi