Kitap 8
35
Στρατηγοὶ δʼ αὐτῷ καὶ ἡγεμόνες ἦσαν τῆς χώρας ἁπάσης οἵδε· τῆς μὲν Ἐφραίμου κληρουχίας Οὔρης· ἐπὶ δὲ τῆς Βιθιέμες τοπαρχίας ἦν Διόκληρος· τὴν δὲ τῶν Δώρων καὶ τὴν παραλίαν Ἀβινάδαβος εἶχεν ὑπʼ αὐτῷ γεγαμηκὼς τὴν Σολόμωνος θυγατέρα·
36
τὸ δὲ μέγα πεδίον ἦν ὑπὸ Βαναίᾳ τῷ Ἀχίλου παιδί, προσεπῆρχε δὲ καὶ τῆς ἄχρι Ἰορδάνου πάσης· τὴν δὲ Γαλαδῖτιν καὶ Γαυλανῖτιν ἕως τοῦ Λιβάνου ὄρους καὶ πόλεις ἑξήκοντα μεγάλας καὶ ὀχυρωτάτας ἔχων ὑφʼ αὑτὸν Γαβάρης διεῖπεν· Ἀχινάδαβος δὲ τῆς Γαλιλαίας ὅλης ἄχρι Σιδῶνος ἐπετρόπευε συνοικῶν καὶ αὐτὸς θυγατρὶ Σολόμωνος Βασίμα τοὔνομα·
37
τὴν δὲ περὶ Ἀκὴν παραλίαν εἶχε Βανακάτης· Σαφάτης δὲ τὸ Ἰταβύριον ὄρος καὶ Καρμήλιον καὶ τὴν κάτω Γαλιλαίαν ἄχρι τοῦ ποταμοῦ Ἰορδάνου χώραν ἐπὶ τούτῳ πᾶσαν ἐπετέτραπτο· Σουμούις δὲ τὴν τῆς Βενιαμίδος κληρουχίαν ἐγκεχείριστο· Γαβάρης δὲ εἶχε τὴν πέραν τοῦ Ἰορδάνου χώραν· ἐπὶ δὲ τούτων εἷς πάλιν ἄρχων ἀποδέδεικτο.
38
θαυμαστὴν δʼ ἐπίδοσιν ἔλαβεν ὅ τε τῶν Ἑβραίων λαὸς καὶ ἡ Ἰούδα φυλὴ πρὸς γεωργίαν τραπέντων καὶ τὴν τῆς γῆς ἐπιμέλειαν· εἰρήνης γὰρ ἀπολαύοντες καὶ πολέμοις καὶ ταραχαῖς μὴ περισπώμενοι καὶ προσέτι τῆς ποθεινοτάτης ἐλευθερίας ἀκρατῶς ἐμφορούμενοι πρὸς τῷ συναύξειν ἕκαστος τὰ οἰκεῖα καὶ ποιεῖν ἄξια πλείονος ὑπῆρχεν.
39
Ἦσαν δὲ καὶ ἕτεροι τῷ βασιλεῖ ἡγεμόνες, οἳ τῆς τε Σύρων γῆς καὶ τῶν ἀλλοφύλων ἥτις ἦν ἀπʼ Εὐφράτου ποταμοῦ διήκουσα μέχρι τῆς Αἰγυπτίων ἐπῆρχον ἐκλέγοντες αὐτῷ φόρους παρὰ τῶν ἐθνῶν.
40
συνετέλουν δὲ καὶ τῇ τραπέζῃ καθʼ ἡμέραν καὶ τῷ δείπνῳ τοῦ βασιλέως σεμιδάλεως μὲν κόρους τριάκοντα, ἀλεύρου δὲ ξ, σιτιστοὺς δὲ βόας δέκα καὶ νομάδας βόας εἴκοσι, σιτιστοὺς δὲ ἄρνας ἑκατόν. ταῦτα πάντα πάρεξ τῶν ἀπʼ ἄγρας ἐλάφων λέγω καὶ βουβάλων καὶ τῶν πετεινῶν καὶ ἰχθύων ἐκομίζετο καθʼ ἡμέραν βασιλεῖ παρὰ τῶν ἀλλοφύλων.